Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Τάδε λέγει ὁ ἀμήν.

Διὰ τοῦ βαπτιστοῦ ἡ ἀλήθεια τοῦ Χριστοῦ δείκνυται, μᾶλλον δὲ ὁ αὐτὸς οὐσιώδης ἐστιν ἀλήθεια. ἀρχὴ δὲ ἤτοι βασιλεία, ὡς πάντων τῶν κτισμάτων δεσπόζουσα· ἀρχὴ γὰρ τῆς κτίσεως ἡ προκαταρκτικὴ αἴτια καὶ ακτιστος.

Οἶδα σου τὰ ἔργα.

Φεύγει τὸν ἐν τῇ πίστει ἀμελῶς ζῆν προελόμενον. ὁ μὲν γὰρ ψυχρὸς, καὶ τῆς ζώσης πίστεως ἄγευστος, ἐν ἐλπίδι πολλάκις ἔσται τοῦ τυχεῖν αὐτῆς, ὁ δὲ ζέσας διὰ τοῦ βαπτίσματος Πνεύματι,

509
καὶ ἀποψυχθεὶς διὰ ῥαθυμίας ὕστερον ἑαυτῷ τὰς ἐλπίδα; τῆς σωτηρίας ἐξέκοψεν, καταγνοὺς τῆς αἱρεθείσης πίστεως· ἔργοις μὲν γὰρ οὐκ ἀπογνωστέα η μεσότης, ὡσπερ ο ἔννομος γάμος μέσος ὣν παρθενίας καὶ ἀκολασίας οὐκ ἀπόβλητος· ἐν δὲ τῇ πίστει τὸ μέσον καὶ χλιαρὸν ἀδόκιμον, ὁμοίως καὶ ὁ ἐν ἐρήμῳ ζῆν προελόμενος μὴ ἀκριβῶς δὲ ζῶν, καταγνωστέος εἰκότως, ὡς ἐγγὺς ὣν τοῦ ἀποψυχθέντος.

Μέλλω σε ἐμέσαι.

Ὥσπερ, φησὶ, τὸ χλιαρὸν ἔμετον κινεῖ τοῖς μεταλαμβάνουσιν, οὕτω κἀγώ σε ὡς βδελυκτὸν βρῶμα ἐμέσω διὰ λόγου στόματός μου εἰς αἰώνιον κόλασιν, ὅτι ταῖς ἀκάνθαις τοῦ πλούτου τὸν σπόρον τοῦ θείου λόγου συμμιγνύουσα, τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν, καὶ τὴν τῶν νοητῶν σου ὀφθαλμῶν τύφλωσιν, καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν.

Συμβουλεύω σοι.

Εἰ πλουτίσαι βούλει φησὶ, παρ’ ἐμοῦ τοῦ πλουτίζοντος κτῆσαι, προθέσει ζεούσῃ καὶ καρδίᾳ θελούσῃ, χρυσίον πεπυρωμένον, τὸν διδασκαλικὸν λόγον τὸν τῷ πυρὶ τῶν πειρασμῶν λαμπρυνόμενον, δι’ οὗ ἕξεις ἐν τῇ καρδίᾳ τὸν θησαυρὸν ἄσυλον, καὶ περιβάλῃ τὴν στολὴν τῶν ἀρετῶν τὴν ὑπέρλαμπρον, δι’ ἧς ἡ προσγενομένη σοι ἐξ ἁμαρτίας ἀμφιασθήσεται γύμνωσις. κολλύριον δέ ἐστιν ἡ ἀκτημοσύνη· εἰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τουτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.

Ἴδου ἕστηκα ἐπὶ τὴν θύραν.

Ἀβίαστος ἐστὶ, φησὶν, ἡ ἐμὴ παρουσία· τὴν θύραν τῆς κρούω, καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ συνευφραίνομαι. τροφὴν γὰρ καὶ δεῖπνον ταύτην ἥγημαι· τρεφόμενος ἐν οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν τοῦ ἀκοῦσαι θείου λόγου, καὶ τὸ σκότος τῆς πλάνης φεύγουσιν.

Ὁ νικῶν· δώσω.

Διὰ τοῦ θρόνου, ἡ ἀνάπαυσις καὶ ἡ βασιλεία τοῦ μέλλοντος αἰῶνος δείκνυται· φησὶ τοίνυν ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες συνδοξασθήσονταί μοι καὶ συμβασιλεύσουσι. τὸ δὲ “ὡς κἀγὼ ἐνίκησα,” ἀνθρωπίνως εἴρηται, διὰ τὴν πρόσληψιν· οὐ γὰρ ἆθλον ἀρετῆς τὴν

510
βασιλείαν ὁ Θεὸς Λόγος ἐκτήσατο, ταύτην γὰρ ἔχει οὐσιωδῶς ἀίδιον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων καὶ βασιλεὺς προαιώνιος, καὶ πάντων τῶν ἡμετέρων ἁμαρτίας χωρὶς μετασχὼν, πάντων τῶν ἑαυτοῦ τοῖς νικηταῖς τοῦ διαβόλου μεταδέδωκεν, καθὼς ἦν δυνατὸν ἀνθρώποις ὑποδέξασθαι.

Μετὰ ταῦτα εἶδον.

ῥ περιαίρεσις τῆς θύρας σημαίνει τῶν κρυπτῶν μυστηρίων τοῦ πνεύματος τὴν δήλωσιν. ἡ δὲ σάλπιγξ τὸ τοῦ ἀποκαλύπτοντος μεγαλόφωνον, τὸ δὲ “ ἀνάβα ὧδε,” τοῦ τῶν γηίνων τελείως ἀποστῆναι καὶ ἐν οὐρανῷ γενέσθαι τὴν διάνοιαν τοῦ ἀκούοντος.