Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ.

Τοῖς δὲ τὸν Κύριον, φησὶ, τῆς δόξης φωτισμὸν καὶ βασιλέα ἔχουσιν, οὐκ ἔσται χρεία λυχνιαίου ἢ καὶ ἡλιακοῦ φωτὸς, ὑφ’ οὑ αἰῶνας αἰώνων βασιλευθήσονται, μᾶλλον δὲ συμβασιλεύσουσιν.

Καὶ εἶπεν μοι.

Μέχρι τῶν ἐνταῦθα τὴν τοῦ Ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος, λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησὶ, πιστοὶ δὲ καὶ ἀληθινοὶ οἱ λόγοι, ὡς ἐκ τῆς ἀληθείας ὄντες.

Καὶ Κύριος ὁ Θεός.

Εἰ Θεὸς τῶν προφητῶν ὁ Χριστὸς ὃς τὸν Ἄγγελον αὐτοῦ ἀπέστειλε διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος Ἰωάννου, δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γίνεσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ Υἱῷ ἐν τοῖς προομίοις ἔφη δίδοσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν.

Ἰδοὺ ἔρχομαι ταχύ.

Ἔθος ἐστὶ τοῦτο καὶ τοῖς θείοις προφήταις, ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν. τὸ δὲ “ ταχὺ ἔρχομαι,” ἢ δηλοῦντος ἐστὶ τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον ἑκάστῳ γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις.