Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ ἔδειξέ μοι ποταμὸν καθαρόν.
Τῆς ἄνω Ἱερουσαλὴμ ὁ πεπληρωμένος ὑδάτων πολλῶν ποταμὸς τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς.
Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν.
Ὁ ποταμὸς οὗτος, φησὶ, ποτίζει τοὺς πεφυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου. ιβ δὲ καρποὺς βλαστάνοντας,
Καὶ ἄλλως δέ ἐστι τοῦτο νοῆσαι, διὰ μὲν τοῦ ποταμοῦ ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται.
Καὶ τὰ φύλλα τοῦ ξύλου.
Φύλλα τοῦ ξύλου δηλαδὴ τοῦ Χριστοῦ αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ ἡ τελεωτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν ἔσονται. πολλαὶ γὰρ μοναὶ περὶ τὰ πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται.
Καὶ πᾶν κατάθεμα.
Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τῶ Θεῷ μόνω ἀνατιθεμένου, τοῦ δὲ ὡς τῷ διαβόλῳ ἀνακειμένου, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι φασὶ κατάθεμα· τῷ γὰρ ὄντι τὸ τοιοῦτον
Καὶ ὁ θρόνος τοῦ Θεοῦ.
Οἱ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ Θεοῦ ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον.