Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ ἡ πόλις τετράγωνος.
Τετράγωνος αὕτη διὰ τὸ ἑδραῖον καὶ πάγιον. αἱ δὲ ιβ χιλιάδες τῶν σταδίων ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαίνουσι τὸ ταύτης μέγεθος, ἴσως δὲ καὶ διὰ τὸν ἀριθμὸν τῶν ιβ Ἀποστόλων δι’ ὧν αὐτὴ κατοικίζεται.
Καὶ τὸ πλάτος.
Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους πηχῶν ρμδ. δωδεκάκις γὰρ ὁ ιβ ἀριθμὸς συντιθέμενος, ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων, τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν.
Καὶ ἦν ἡ ἐνδόμησις.
Ἡ ἐνδόμησις τοῦ τείχους ἡ ἰάσπις τὴν ἀειθαλῆ καὶ ἀμάραντον ζωὴν τῶν ἁγίων ἐνδείκνυται· καθαρὸν δὲ τὸ χρυσίον αὐτῆς ὡς ὕαλος, διὰ τὸ διαυγὲς καὶ λαμπρὸν τῶν αὐτῆς οἰκητόρων.
Οἱ θεμέλιοι τοῦ τείχους.
Οἱ ιβ θεμέλιοι, ιβ λίθοι τίμιοι· ὣν η΄ ἐν τῷ λογείῳ τοῦ ἀρχιερέως πάλαι ἀνεφέροντο. οἱ δὲ δ' παρηλλαγμένοι εἰσὶν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν, καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ Ἀπόστολοι τοίνυν πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐκφαινόμενοι κεκόσμηνται.
Ὁ θεμέλιος ὁ πρῶτος.
Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χροιὰν κατὰ τὴν σμάραγδον, εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι· ἅτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι, καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον, ὁδηγῆσαν καὶ ἡμᾶς εἰς τόπον χλόης διὰ θερμῆς πίστεως.
Ὁ δεύτερος σάπφειρος.
Διὰ τοῦ σαπφείρου ἐοικότος τῷ οὐρανίῳ σώματι, τὸν Ἀπόστολον Παῦλον σημαίνεσθαι, ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα,
Ὁ τρίτος χαλκηδών.
Οὗτος ἐν τῷ ἱερατικῷ λογείῳ οὐ φέρεται, ἀλλ’ ἄνθραξ ὃς ἐνταῦθα οὐ κεῖται. σκοπητέον οὖν μήποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ ὁ Ἀπόστολος Ἀνδρέας, ὡς ἀναφθεὶς ἐκ τοῦ Πνεύματος.
Ὁ τέταρτος σμάραγδος.
Διὰ τοῦ σμαράγδου χλωροῦ τὴν χροιὰν τυγχάνοντος, καὶ ἐλαίῳ τρεφομένου, τήν τε διαύγειαν καὶ τὴν ὥραν ἐξ αὐτοῦ προσλαμβάνοντος τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι κήρυγμα, τὸ φαιδρύνον ἐλαίῳ τὴν ἐξ ἁμαρτημάτων ἡμῶν κατήφειαν, καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τοῦ πολυτίμου τῆς θεολογίας χαρισματος.