Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς.
Τὸ τετραμερὲς σχῆμα τῶν πυλώνων, καὶ ἡ τρισσὴ αὐτῶν ἀνάπτυξις τὴν ἐκ τῆς τετραπεράτου οἰκουμένης τῆς προσκυνητῆς τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζωοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὲς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως.
Καὶ τὸ τεῖχος τῆς πόλεως.
Θεμέλιοι τοῦ τείχους οἱ ιβ Ἀπόστολοι, ἐφ’ οὓς ἡ τοῦ Χριστοῦ Ἐκκλησία τεθεμελίωται· ὣν τὰ ὀνόματα ὡς ἐν προγραφῇ τούτοις ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν.
Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ.
Ὁ χρυσὸς κάλαμος δηλοῖ τὸ τίμιον τοῦ τε μετροῦντος Ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως, ἧς τεῖχος τὸν Χριστὸν
574
ἐξελάβομεν· οὐχ ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ Ἀγγέλων μετρουμένης, διὰ τοῦ καθαροῦ καὶ σοφοῦ τῶν ὑπερκοσμίων φύσεων, αἷς εἰκὸς ἔγνωσται τῆς ἄνω πόλεως τό τε μέγεθος ἥτε εὐπρέπεια. ἡγούμεθα δὲ τεῖχος ἐνταῦθα καὶ τὴν θείαν περιβολὴν καὶ σκέπην νοεῖσθαι, ἐν ᾗ οἱ ἅγιοι φυλαχθήσονται.