Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ἐξῆλθεν φωνὴ μεγάλη.

Ἡ ἀγγελικὴ φωνὴ οὐρανόθεν γέγονεν, τουτέστι τὸ θεῖον ἐτελέσθη πρόσταγμα. αἱ δὲ ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ τὸ καταπληκτικὸν τῶν γινομένων, καὶ τὴν μέλλουσαν τοῦ Χριστοῦ παρουσίαν σημαίνουσιν. ὁ δὲ σεισμὸς τὴν τῶν ὄντων μεταποίησιν κατὰ τὸν Ἀπόστολον Παῦλον δηλοῖ.

Καὶ ἐγένετο ἡ πόλις μεγάλη.

Πόλιν μεγάλην οὐ πλήθει καὶ μεγέθει οἰκοδομημάτων, ἀλλ’ ἐν θεοσεβείᾳ ἀρχαιοτάτην καὶ μεγίστην τὴν Ἱερουσαλὴμ ὑπολαμβάνομεν, ἅτε μεγαλυνθεῖσαν τοῖς Χριστοῦ παθήμασι καὶ ἀντιδιαστελλομένην ταῖς ἐθνικαῖς πόλεσιν, ταύτην τὴν εἰς τρία τομὴν φασὶ, τῶν ἐν αὐτῇ Χριστιανῶν, Ἰουδαίων καὶ Σαμαρειτῶν, ἣ τῶν βεβαιοπίστων, καὶ τῶν ῥυπαραῖς πράξεσι μολυνάντων τὸ βάπτισμα, καὶ τῶν μηδ’ ὅλως προσδεξαμένων Ἰουδαίων τὸ κήρυγμα. νῦν μὲν γὰρ Ἰουδαῖοι καὶ Σαμαρεῖται, τῷ φόβῳ τῶν εὐσεβῶς βασιλευόντων τὰ οἰκεῖα κρύπτουσι βουλεύματα, καὶ σὺν ἡμῖν δοκοῦσι τάττεσθαι, ὡσαύτως δὲ καὶ οἱ ἀληθῶς Χριστιανοὶ τοῖς τὸ ὄνομα μόνον κεκτημένοις ἀναμὶξ τυγχάνουσιν. ὅταν δὲ ἡ τῶν πειρασμῶν τούτους ἐλέγξῃ πύρωσις, τότε ἡ εἰς τρία τομὴ διὰ τούτων γενήσεται, τῶν τε εὐσεβῶν τῶν τε δυσσεβῶν, τῶν τε ἁμαρτωλῶν, τῶν ὁμοτρόποις προσχωρούντων, καὶ πρὸς οἰκείαν μοῖραν ἀποκρινομένων. αἱ δὲ τῶν ἐθνῶν πόλεις πίπτουσαι δηλοῦσιν, ἣ τὴν αὐτῶν κατάπτωσιν, ἣ τῆς ἐθνικῆς πολιτείας τὴν ἔκλειψιν, τῇ παρουσίᾳ τῆς θείας βασιλείας.

553

Καὶ Βαβυλὼν ἡ μεγάλη.

Καὶ ἡ συγκεχυμένη φησὶ τοῖς εἰκαίοις τοῦ βίου περισπασμοῖς, καὶ μεγαλυνθεῖσα τῷ ἐξ ἀδικιῶν πλούτῳ πολυάνθρωπος πληθὺς, τὸ ποτήριον τῆς ὀργῆς τοῦ Θεοῦ πίεται ὡς ἐκ λήθης διὰ μακροθυμίας εἰς μνήμην ἐλθόντος τῆς τοῦ πατηθέντος δικαίου, καὶ τῆς ἐν λόγοις καὶ ἔργοις δυσσεβείας, ἐκδικήσεως.

Καὶ πᾶσα νῆσος ἔφυγεν.

Νήσους τὰς Ἐκκλησίας, καὶ ὄρη τοὺς ἐν αὐταῖς προὔχοντας νοεῖν ἀκόλουθον. φεύγειν δὲ τούτους ἐν τῷ καιρῷ τῆς τῶν προρρηθέντων ἐπαγωγῆς κατὰ τὸν τοῦ Κυρίου λόγον ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς, καὶ ἀπὸ δυσμῶν εἰς ἀνατολάς· ἔσται γὰρ θλίψις, οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, τῶν μὲν δι’ ἁμαρτίας κολαζομένων, τῶν δὲ δι’ ἀρετὴν προσδοκιμὴν ὑπομενόντων τὰ δυσχερῆ.

Καὶ χάλαζα μεγάλη.

Τὴν χάλαζαν ἅτε οὐρανόθεν κατερχομένην, τὴν θεήλατον ὀργὴν ἄνωθεν ἐρχομένην νενοήκαμεν· τὸ δὲ ταλαντιαῖον αὐτῆς, τὸ τέλειον, διὰ τὴν ἐν ταῖς ἁμαρτίαις ἀκρότητα καὶ βαρύτητα, ἧς χαρακτηριστικὸν τὸ τάλαντον. τὸ δὲ μὴ πρὸς μετάνοιαν, ἀλλὰ βλασφημίαν χωρῆσαι τοὺς ὑπ’ αὐτῆς πληττομένους, τὸ σκληρὸν καὶ ἀνένδοτον τῆς αὐτῶν καρδίας παρίστησιν.

Τὸ κρίμα τῆς πόρνης.

Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην ὡς ἐπάνω ζ ὀρέων κειμένην ἐξέλαβον, τὰς δὲ ζ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου· ζ βασιλεῖς τοὺς ἀσεβεστέρους, ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν Ἐκκλησίαν διώξαντας. ἄλλοι δὲ ταύτην εἶναι τὴν καθ’ ὅλου ἐπίγειον βασιλείαν φασίν· ὡς ἐν ἑνὶ σώματι, ἣ τὴν μέχρι τῆς παρουσίας τοῦ Ἀντιχρίστου βασιλευομένην πόλιν. ἡ γὰρ παλαιὰ Ῥώμη πρὸ πολλοῦ τὸ τῆς ἀσεβείας1 κράτος ἀπέβαλεν. εἰ ὑποθώμεθα αὐτῇ τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. εἰ δὲ μὴ τοῦτο, ἔσται ἡ κρατοῦσα σήμερον. καὶ ἑτέρως δὲ νοητέον τῆς προρρηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑωρακέναι φησὶ [*](l ἴσως, εὐσεβείας in rnarg.)

554
τὸν Ἀπόστολον, διὰ τὸ τεθεμελιωμένον πρὸς ἁμαρτίαν καὶ ἄνανδρον. δρον. καθημένην δὲ ἐπὶ θηρίον κόκκινον, διὰ τὸ, τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ ταύτῃ διὰ πονηρῶν πράξεων ἐπαναπαύεσθαι· διὸ συνεργὸς ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τῷ ἀποστάτῃ γίνεται ὠμότητος καὶ ἀγριότητος καὶ φονικῆς γνώμης· τό τε θηρίον, τό τε κόκκινον χρῶμα γνώρισμα. περὶ δὲ τῶν ζ κεφαλῶν καὶ τῶν ι κεράτων, ἐν τοῖς ἑξῆς ἐκ τοῦ θείου Ἀγγέλου μαθησόμεθα.