Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ὁ πέμπτος Ἄγγελος.

Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι, καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγεῖ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις, τὴν

551
ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ἧ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἃν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ πη αὐτῶν ὡς Θεὸς δοξαζόμενος, τῆς πλάνης παύσωνται. οἱ δὲ ἐντεῦθεν οὐ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται.

Τὸν ποταμὸν τὸν μέγαν.

Εἰκὸς τὸν Εὐφράτην ποταμὸν κατὰ θείαν συγχώρησιν ὀλιγούμενον, τοῖς βασιλεῦσι τῶν ἐθνῶν διδόναι πάροδον εἰς τὴν κατ’ ἀλλήλων καὶ λοιπῶν ἀνθρώπων ἐξολόθρευσιν· οὓς ἐκ τῶν Σκυθικῶν μερῶν διὰ τῆς τοῦ Μαγὼγ καὶ Γὼγ μνήμης κινεῖσθαι νομίζομεν. εἰκὸς δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν, ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον ἅμα ἑτέροις βασιλεῦσιν ἣ μεγιστᾶσι, βασιλικὸν κληρουμένους ὄνομα, τὸν Εὐφράτην περαιοῦσθαι, ἣ σωματικὸν ἣ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας, τοῖς δὲ δι’ ἀνδρίας καὶ ἐκλύσεως.

Καὶ εἶδον ἐκ τοῦ στόματος.

Κἀν τούτων δείκνυται ἐν ἰδίῳ προσώπῳ τόν τε διάβολον ὡς δράκοντα, τόν τε Ἀντίχριστον ὡς θηρίον, τόν τε ψευδοπροφήτην ὡς ἕτερον παρὰ τούτων μνημονεύεσθαι, ἐξ ὧν φησιν ἐοικότα βατράχοις ἐκπορεύεσθαι Πνεύματα, διὰ τὸ ἰῶδες αὐτῶν καὶ ἀκάθαρτον καὶ βορβορῶδες, καὶ πρὸς τὰς διύγρους ἡδονὰς ἑρπηστικὸν τῶν πονηρῶν δυνάμεων, αἳ τοῖς τοῦ διαβόλου καὶ τοῦ ψευδοχρίστου καὶ τοῦ ψευδοπροφήτου προστάγμασι τοῖς σημαινομένοις διὰ τοῦ στόματος, ἀπατηλὰ σημεῖα καὶ τέρατα τοῖς ἀνθρώποις δείξουσιν, ὡς διὰ τῶν ἑξῆς μαθησόμεθα.

Εἰσὶ γὰρ πνεύματα.

Τὰ διὰ τῶν δαιμόνων ἐνεργούμενα φησὶ ψευδῆ σημεῖα, τοὺς πειθομένους αὐτοῖς εἰς πόλεμον κατὰ τῆς μεγάλης καὶ ἐπιφανοῦς τοῦ Θεοῦ ἡμέρας, τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν, ἐπιστρατεύσουσι, καὶ πάντως οἱ θεομάχοι ἡττώμενοι ἀνόνητα κλαύσονται, τὴν προτέραν πλάνην ὀδυρόμενοι.

552

Ἴδου ἔρχομαι ὡς κλέπτης.

Τὸ γρηγορεῖν καὶ φυλάττειν τὰ ἱμάτια δηλοῖ τὸ ἐπαγρυπνεῖν ταῖς ἀγαθαῖς πράξεσιν· αὗται γὰρ τῶν ἁγίων ἱμάτια, ὧν τὸν ἐστερημένον ἀνάγκη ὡς γυμνὸν καὶ ἀσχημοσύνης πεπληρωμένον αἰσχύνεσθαι. τὸ δὲ Ἀρμαγεδὼν, διακοπὴ ἣ διακοπτομένη ἑρμηνεύεται. ἐκεῖ γὰρ τὰ ἔθνη συναγόμενα ἐκκόπτεσθαι νοεῖν ἀκόλουθον, ὑπὸ τοῦ διαβόλου στρατηγούμενα, τοῦ τοῖς ἀνθρωπίνοις αἵμασι χαίροντος· ἣ ἐξέγερσις δώματος, ἢ ἐξέγερσις εἰς τὰ ἔμπροσθεν.