Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδώρου Μονάκου. Θαυμασιώτατα δὲ ἐπήγαγε, τὸ, προσέκοψαν· δεῖξαι βουλόμενος, ὅτι οὐ τὰ πρότερα αὐτῶν, ἀλλὰ τὰ νῦν αἰτιᾶται. ἔτρεχον γάρ, φησι, πρὸ τοῦ τούτου, τῆς κατὰ νόμον δικαιοσύνης τὸν δρόμον. καὶ ἦν αὐτοῖς οὐδαμῶς μέμψιν τινὰ ἐπαγαγεῖν περὶ τῶν προτέρων. ἀλλ’ ὥσπερ λίθῳ τινὶ τῷ Κυρίῳ διὰ τῆς ἀπιστίας προσπταίσαντες, καὶ βαρὺ τὸ κατάπτωμα υπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον.
Γενναδίου. Ἰστέον γε μὴν, ὥς ἡ, τοῦ “ λίθος προσκόμματος’ λέξις διεσπαρμένως, οὐχ ὡς εἴρηται νῦν ἠθροισμένως τῷ Ἀποστόλῳ, ἐν ταῖς τοῦ Ἡσαίου κεῖται προφητείαις. περὶ μὲν γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ Κυρίου κατὰ τὴν ἔκδοσιν τοῦ Ἀκύλου, ἤτ’ συμπεφώνηκε καὶ ἡ ἀποστολική· “ αὐτὸς φόβημα “ ὑμῶν· καὶ αὐτὸς θρόησις ὑμῶν. καὶ ἔσται εἰς ἁγίασμα, καὶ “ εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν σκανδάλου.” μετὰ πολλὰ δὲ, “ ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, “ ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον. καὶ ὁ πιστεύων, οὐ μὴ καται- “ σχυνθῇ.” καὶ ἔστι γε ἐνιδόντας ἀκριβῶς ἑκατέρω μέρει τῆς λέξεως, κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ λίθον ἁπλῶς εἰρημένον. ἐν τῷ ἑτέρῳ τὸν Κύριον ἡρμηνευμένον ἐπὶ τοῦ θεικοῦ ἀξιώματος.
Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἔστιν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνη τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
Χρυσοστόμου. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἣ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν.· καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. μὴ γὰρ τοῖς λόγοις προσέχετε φησὶ, μὴ δὲ ταῖς κατηγορίαις καὶ ταῖς διαβόλαις. ἀλλ’ ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναι τὲ αὐτοὺς ἐπιθυμεῖν. καὶ οὐ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι· καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι. καὶ γὰρ εὐδοκίαν
Γενναδίου. ταῦτα γοῦν, φησὶ, ἔφην περὶ αὐτῶν, οὐκ ὀνειδίζειν βουλόμενος. ἀλλ’ ὑπὸ τῆς ἀληθείας ἠναγκασμένος. ἐπεὶ τόγε ἐμὸν οὕτως οὕτως εὐνοίας ἔχω περὶ αὐτοὺς, ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τὸ εὔλογον τῆς διαθέσεως δεικνὺς, φησί. “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσι.” σύνοιδα φησὶ καὶ μαρτυρῶ ζήλῳ θείῳ πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούς. εἰς γὰρ ἢν ποτὲ τούτων καὶ αὐτός. ζήλῳ μέντοι γνώσεως ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἃν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι. καὶ τῆς δικαιώσεως δι’ οἰκείων ἔργων ἐπιτυχεῖν. ἀντιλέγοντες τῇ ὑπὸ Θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ὑμῖν.
Κυρίλλου. Οὐ γὰρ δήπου φαμὲν, ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραήλ. ἀλλ’ ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως. ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιῶν. μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινές. καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποιεῖτο δὲ τὴν προαγόρευσιν χρησίμως. οὐχ ἵνα προσκόψειαν, ἀλλ’ ἵνα προεγνωκότες, ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος· πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία. τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος.