Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Κυρίλλου. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καὶ φησί· ὦ παραδόξου πράγματος. ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται. ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μώσεως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος, καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία ; σαφής. οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν. ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. ἀπαιτεῖς, φησι, λόγους. διατί εἰς σπέρμα Ἁβραὰμ οἱ ἐκ περιτομῆς λογίζονται ; διατὶ ὁ οὐ λαὸς ἐγένετο λαός ; καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται ; εἶπον μὲν πολλά. ὅτι οὐδόλως σε χρὴ ταῦτα λογοθετεῖν. ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ, πολλὰ γεγόνασιν ὧν ἀγνοεῖς τοὺς λόγους. νῦν δέ σοι καὶ τοῦτο προστίθημι. ὅτι διὰ τοῦτο οἱ μὲν ἐξ ἐθνῶν ἐδικαιώθησαν. σὺ δὲ οὐκέτι. διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν, καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως. σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ

365
τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαιοσύνην περιορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἁβραὰμ ἀλλότριος ὤφθης· καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός· καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ; ὅτι ἐξ ἔργων ἐζήτησας δικαιωθῆναι. τίς δὲ ἐξ ἔργων δικαιοῦται ἄνθρωπος ὢν;

Θεοδώρου Μονάκου. Τί γὰρ εἴποιμεν ἄν ; ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον. καίτοι οὐδέποτε εὐσεβείας ἐπιμεληθέντες. πῶς γὰρ, οἱ γε τοῖς εἰδώλοις προσεῖχον ; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι· ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ νόμον δικαιοσύνης διώκων, περὶ τοῦ Μωσαϊκοῦ λέγει. βουλόμενος εἰπεῖν ὅτι μετήεσαν νόμον, δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι. τὸ δὲ “ εἰς νόμον δικαιοσύνης,” κατὰ τὸ οἰκεῖον ἰδίωμα νόμον δικαιοσύνης, τὴν δικαιοσύνην καλῶν. ὡς καὶ νόμον πίστεως, τὴν πίστιν.

Θεοδωρήτου. τινὲς δὲ, οὕτω διελόντες ἀνέγνωσαν. τί οὖν ἐροῦμεν ; κατὰ ἐρώτησιν. εἶτα κατὰ ἀπόκρισιν. “ ὅτι ἔθνη τὰ “ μὴ διώκοντα δικαιοσύνην,” καὶ τὰ ἑξῆς. ἴσθι γάρ, φησι, ὡς ἡ πίστις, αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. αὕτη γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν. ὁ δέ γε Ισραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. εἶτα πάλιν κατ’ ἐρώτησιν. διατί ; ὅτι ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν, εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. οὐ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας, οὐκ ἔσχον δικαιοσύνην.

Προσέκοψαν γὰρ τῷ λιθῷ τοῦ προσκόμματος, καθὼς γέγραπται, ἰδοὺ, τίθημι ἐν Σιῶν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.

Θεοδωρήτου. Διδάσκει λοιπὸν διὰ ποίαν αἰτίαν τῶν τῆς

366
πίστεως ἀγαθῶν οὐκ ἀπέλαυσαν. προσπταίειν δὲ εἰώθασιν, οἱ ἑτέρῳ τὴν διάνοιαν ἔχοντες, καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες. ὅπερ πεπόνθασι καὶ οἱ Ἰουδαῖοι. περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες, τὸν ὑπὸ τῶν προφητῶν προαγορευθέντα λόγον, οὐκ ἠδυνήθη ἰδεῖν. καίτοι σαφῶς ἐκείνων προθεσπισάντων, ὡς ὁ τούτῳ πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν. τοῦτο γὰρ εἶπεν, οὐ καταισχυνθήσεται. ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων.

Χρυσοστόμου. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παρρησία; καὶ ἡ καθολικὴ δωρεά ; οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. πᾶς γάρ φησι, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρὰξ, κἂν ὁστισοῦν ἕτερος ᾖ, πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παρρησίας. τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ’ ὅτι καὶ ἀπιστήσουσι. τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαι ἐστίν. ὥσπερ οὖν ἀνωτέρω, τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, ἐὰν ᾐ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος “ τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. καὶ εἰ μὴ Κύριος “ Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν, “ καὶ ὡς Γόμορρα ἃν ὡμοιώθημεν,” “ καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου- “ δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,” οὕτω δὴ καὶ ἐνταῦθα λέγει. ὅτι οἱ μὲν, πιστεύσουσιν, οἱ δὲ, προσκόψουσι. τόδε προσκόπτειν, ἐκ τοῦ μὴ προσέχειν γίνεται· ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ οὐ προσεῖχον, προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος. προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶ, ἀπὸ τοῦ τέλους καὶ τῆς γνώμης τῶν ἀπιστησάντων.