Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοφώρου. Ἐπὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως τὸν Ὠσηὲ, παράγει. ἐπὶ δὲ τοῦ Ἰσραὴλ, τὸν Ἡσαίαν. ὅμως κατὰ τὴν ἱστορίαν τὸ, οὐ λαός μου, ἐπὶ τὸν Ἰσραὴλ εἴρηται.
Γενναδίου. Δείκνυσι τοίνυν καὶ ἐκ τῶν προφητῶν προμηνυθὲν, ὡς ἐσόμενον τὸ δικαίως καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν τοὺς προδραμόντας κληθῆναι· τοὺς δὲ μὴ βουληθέντας, καταλειφθῆναι. καὶ πρώτην παράγει τὴν τοῦ Ὠσηὲ φωνήν. δι’ ἧς Ἰσραηλιτῶν, τῶν μὲν εἰς αἰχμαλωσίαν, ἀποβολὴν, τῶν δὲ πάλιν ἐξ αἰχμαλωσίας οἰκείωσιν, καὶ ἐθνῶν κλῆσιν προεσήμαινεν. εἶτα τὴν Ἡσαίου βοῶντος τὸ, παντὸς σχεδὸν τοῦ Ἰσραὴλ πλὴν ὀλίγων, ἔσεσθαι ἀπόπτωσιν.
Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Χρυσοστόμου. Παραγαγὼν τὸν Ὠσηὲ, οὐ τούτῳ ἀρκεῖται μόνῳ· ἀλλὰ καὶ τὸν Ἡσαίαν μετ’ ἐκεῖνον ἄγει, συνῳδὰ τούτῳ
Κυρίλλου. Ἀλλὰ καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς Θεὸν, οὐκ ἦμεν αὐτοῦ λαός. ἀλλ’ ἠλεήθημεν διὰ πίστεως. καὶ ὑπ’ αὐτὸν γεγόναμεν. καὶ κεκλήμεθα διὰ χάριτος, δεδικαιώμεθά τε καὶ ἡγιάσμεθα διὰ Χριστοῦ.