Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. Οὐκ ὀργῆς δὲ πάθει ἥλω ὁ Θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου.

Σευηριανοῦ. τινές γε μὴν ἕτεροι, εἰς τὸ, “εἰ δὲ θέλων ὁ “Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς, τὸ, τί οῃας ; ἀπέ- δωκαν, ἔξωθεν ἐλλιπῶς νοούμενον. καὶ τὸ, “ἐν πολλῇ μακροθυμίᾳ.” ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν, ἐπήνεγκε τὴν ὀργήν.

Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει, καλέσω τὸν οὐ λαόν μου, 26λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.

Xρυστόμου. Ἀποδοὺς τὴν λύσιν τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων. ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, καὶ τοὺς προφήτας ἐπεισάγει τὰ αὐτὰ προαναφωνοῦντας. ἵνα γὰρ μὴ λέγωσιν, ὅτι παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα βοῶντα καἰ λέγοντα, “καλέσω τὸν οὐ λαόν μου, λαόν *’ μου. τίς γὰρ ἢν ὁ οὐ λαός , τὰ ἔθνη δηλονότι. καὶ τίς ἡ οὐκ ἠγαπημένη ’, τὰ αὐτὰ πάλιν. ἀλλ’ ὅμως, ἔφησεν αὐτοὺς καὶ λαοὺς, καὶ ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵστα- τᾶι. εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων τοσαύτη γέγονεν ἡ μετα- βολὴ, τι ἐκώλυε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ’ ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας, τῶν αὐτῶν ἀξιωθῆναι;

Θεοδωρήτου. Τέως ταῦτα οὐ περὶ τῶν ἐθνῶν, ἀλλὰ περὶ τῶν Ἰουδαίων εἴρηκεν ὁ Θεός. τῷ γὰρ υσηὲ προστάξας λαβεῖν πόρ-

358
νῆν καὶ μοιχαλίδα, οὕτω τὰ γεννηθέντα παιδία προσαγορευθῆναι ἐκέλευσε. τὸν μὲν, οὐ λαόν· τὴν δὲ, οὐκ ἠγαπημένην. καὶ τὰ συμβησόμενα Ἰουδαίοις προλέγων. ἀλλ’ ὅμως πάλιν ὑπέσχετο αὐτοῖς χρηστά. ὅτι καὶ ὁ οὐ λαὸν, κληθήσεται λαός· καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη. σκοπήσατε τοίνυν καὶ μάθετε, ὅτι καὶ ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε. ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαός· καὶ πάλιν λαὸς ἐχρηματίσατε. καὶ ποτὲ μὲν ἠγαπημένη, εἶτα οὐκ ἠγαπημένη· καὶ πάλιν ἠγαπημένη. οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος ἐγένετο· συνήθως γὰρ ἀπεβλήθητε. ἀλλὰ κἂν πάλιν θελήσατε λαὸς καὶ ἠγαπημένος κληθῆναι. καὶ γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντα, νῦν λαὸς χρηματίζει.