Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδωρήτου. Οὐ γὰρ ἔχει ἀδελφοὺς ὁ Θεὸς, ὡς Θεός. ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ, ὧν ἐστι πρωτότοκος. οὐκ ἄλλος ὣν παρὰ τὸν μονογενῆ· ἀλλ’ ὁ αὐτὸς, καὶ μονογενης καὶ πρωτότοκος.
Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος.
Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν,
Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ.
Γρηορίου Νύσσησ. Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως.
Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο-
Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον; ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.