Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.
Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.
Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “ φέρων γάρ,” φησι, “ τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ
Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.