Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. τάχα δὲ καὶ τὸ, “οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν,” τὸ αὐτεξούσιον δείκνυσι. καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ’ ἄμφω τό τε ἀγαθὸν καὶ τὸ κακὸν ῥοπῆς· τὸ γὰρ “οὐκ οἰκεῖ” ταὐτὸν εἴποι ἄν τις, τῷ, οὐκ ἀποκληρωμένον καὶ ἀνάγκη τινὶ παραμένον ἔχω τὸ πράττειν τὰ ἀγαθά· ὥς τε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν. τοῦτο γὰρ ἡ οἴκησις· ἡ εἰς ἀεὶ διαμονὴ, καὶ οἷον ἐγκάθισις. ἐπὶ μέν τοι τοῦ ἀγαθοῦ, οὐκ εῖπεν οἴκησιν· ἐπὶ δὲ τῆς ἁμαρτίας, εῖπεν· ἐκ γὰρ τοῦ διαμαρτάνειν λοιπὸν, εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν· ἡ δὲ ἕξις, ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία· τὸ ἐμπεφυκὸς κακόν· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ. ἀλλ’ ὥσπερ ἐπὶ οἰκήτορος, ὡς εἰσῆλθεν ἐξελθεῖν δυναμένην. τὸ δ᾿ αὐτὸ καὶ συνηγορία τοῦ σώματος, οὐ γὰρ ἡ τῶν οἰκούντων κακία, τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῶ τίς κατοικεῖ;

Μεθοδίου Πατάρεωσ. Ἔφη δέ τις ἁμαρτίαν ἐνταῦθα τὴν ἀπὸ τῆς παραβάσεως εἰσοικισθεῖσαν.

Διδύμου. Ἕτερος δὲ τὸν διάβολον εἶπεν. ὡς τὸ τῆς ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τὸ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος. ἐπεὶ δὲ ὁ θεῖος Απόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης δυναμένης σοφίστασθαι ἀφορμὰς, πρὸς τὴν τοῦ κακοῦ εὕρεσιν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἣ αὐτὸν τὸν τῶν ἁμαρτημάτων γεγονότα ἀρχηγέτην καὶ πατέρα διάβολον. ὡς γὰρ τοὺς ἀνθρώπους, ἀφ’ ἧς ἐπιτηδεύουσι [*](h ἄγειν ὡς βούλεται i. m. a m. rec.)

197
τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ· ὃς μάλιστα ἐν τῇ ψυχῇ λέγεται ἐπιχωριάζειν· κατὰ τὸ, “εἰσῆλθεν ὁ Σατανᾶς “εἰς τὴν καρδίαν Ἰούδα. εὑ δὲ καὶ τὸ, εἰπεῖν, οὐκέτι ἐγὼ “κατεργάζομαι αὐτό.” ἔργου δὲ καὶ κατέργου πολὺ τὸ μέσον. διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον. ὡς φέρε εἰπεῖν οἰκίας ἣ νηὸς τόδε κάτεργον, τουτέστι τῆς ὕλης ἡ παρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τουτέστιν ὁ Σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας τὴν κατασκευήν· τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ· ὥσπερ δὲ ταῖς φιλαρέτοις ψυχαῖς τὸ Ἅγιον Πνεῦμα συγκοπιᾶν λέγεται· κατὰ τὸ, “περισσότερον “πάντων ἐκοπίασα. οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν “ἐμοί.” οὕτω δὴ ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου πεισθῇ προστροπαῖς, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτόν.

Χρυσοστόμου. Εἰπών γε μὴν ὅτι “τὸ κατεργάζεσθαι τὸ ἀγαθὸν οὐχ εὑρίσκω. οὐκ ἄγνοιαν φησὶ, οὐδὲ ἀπορίαν, ἀλλ’ ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. ὅπερ οὖν καὶ σαφέ- στερον δεικνὺς, ἐπήγαγεν· “οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ “οὐ θέλω, κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν. εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχή· καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα. καὶ μόνης τῆς πονηρᾶς προαιρέσεως ἔστι τὸ πᾶν. οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως. ἀλλὰ τὰ μὲν ἔστιν ἔργα τοῦ Θεοῦ· τὰ δὲ, ἐξ ἡμῶν αὐτῶν γενομένη κίνησις πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν· ἡ μὲν γὰρ βούλησις, ἔμφυτον, καὶ παρὰ Θεοῦ. ἡ δὲ τοιάδε βούλησις ἡμέτερον, καὶ τῆς γνώμης ἡμῶν.

Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.

Χρυσοστόμου. Ἀσαφὲσ τὸ εἰρημένον. τί οὖν ἐστι τὸ λεγόμενον; ἐπαινῶ τὸν νόμον φησὶ, κατὰ τὸ συνειδός. καὶ αὐτὸν δὲ

198
εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν, συνήγορον καὶ ἐπιτείνοντά μοι τὸ βούλημα. ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδομαι, οὕτως καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώμην ἐμοί. ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβληένην· τὸν δὲ νόμον Μώσεως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ’ αὐτῆς; οὐδὲ γὰρ ἀνωτέρω εἶπεν ὅτι διδάσκομαι παρὰ τοῦ νόμου· ἀλλὰ σύμφημι τῷ νόμῳ· οὔτε προϊὲν1 ὅτι παιδεύομαι παρ’ αὐτοῦ, ἀλλ’ ὅτι συνήδομαι αὐτῷ. τί δέ ἐστι συνήδομαι; ὁμολογῶ ὡς καλῶς ἔχοντι. ὥσπερ οὖν καὶ αὐτὸς ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν· ὥστε τὸ θέλειν τὸ καλὸν καὶ τὸ μὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβλημένον. ὁ δὲ νόμος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλείων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης μείζων. ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ μαρτυροῦντα μόνον· πλέον δὲ οὐδέν· καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ καὶ ἐμοῦ συνηδομένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται· καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνήρηται· ὥστε ὁ νόμος τῷ προῃρημένῳ καλὸν τι ποιῆσαι, καὶ κατὰ τοῦτο σύμμαχος γίνεται μόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτῶ βούλεται.

Κυρίλλου. Καὶ ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νόμον· οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα· οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν. ἀλλ’ ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί, φησι, παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκί· κατακιβδηλεύει γε μὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν, καὶ νοεῖται σύμβουλος· οὐ μὴν ἔτι καὶ λυτρωτής. δεῖ δὲ πάντως τοῖς ἀρρωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ δειδέναι μόνον, ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν, ἅπερ ἃν εὖ ἔχοι, καὶ τῷ νόμῳ δοκῇ. καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχῃ οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν εἴδησις. ἀλλ’ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἃν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ περίβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ’ οὐδένα τρόπον δὲ τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ, τὴν ἁμαρτίαν ἀπονευρῶν, [*](i προεῖπον i. m. a m. rec.)

199
καλὸς μὲν ἔστι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἃν εἰκότως· τοῦ καὶ σοφοῦν ἰσχύοντος, καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ.

Θεοδωρήτου. καλὸς οὖν εἶναί μοι δοκεῖ ὁ νόμος. ἐπαινῶ γὰρ τὰ ὑπ’ αὐτοῦ διηγορευομένα ὡς εὖ ἔχοντα· καὶ ὁμοίως αὐτὰ καὶ τὰ καλὰ φιλῶ· καὶ τὰ κακὰ μισῶ· ἀλλ’ ὅμως, ἐμοὶ τὸ κακὸν παράκειται· τουτέστιν ἡ ἁμαρτία. διά τε τὸ θνητὸν ἔχειν καὶ παθητὸν τὸ σῶμα· καὶ διὰ τὴν τῆς τύχης ῥαθυμίαν τε καὶ ἀσθένειαν. σὺ δὲ τὸ μὲν τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ποιεῖν, τῇ ψυχῇ πρόσαψον· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, τῇ σαρκί. λέγει γὰρ ὅτι ὁ νόμος, κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῖν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν· ἥτις ἡμῖν ἀπὸ τῆς θνητότητος ἐγένετο.

Γενναδίου. Εί δὲ βούλει καὶ οὕτω νόησον τὸ ῥητόν. ἐκ Τούτων τῶν δείκνυται φησὶ βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι. ἐξ ὧν καὶ τὸ κακὸν ἀμφοτέροις ἐμοὶ τὲ κἀκείνῳ, ταὐτὸν καταφαίνεται.

Θεοδώρου Μονάχου. Ἢ τῷ, “εὑρίσκω τὸν νόμον,” πρόσθες ὡς λεῖπον, τὸ δυσκατόρθωτον· καὶ συνάψας, εἰπὲ, ἐξ ὧν καὶ βουλόμενος τί ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι, θέλοντι ποιεῖν τὸ καλόν. παράκειται μοι γὰρ ἑτοιμότερα κακὰ πρὸς τὸ ποιεῖν αὐτά. τοῦ “παράκειται” δεικνύοντος, ὡς οὐκ ἐργῶδες ἐστὶ μετιέναι τὴν κακίαν. Φωτίου. Ἐκλάβοις δ᾿ ἃν καὶ οὕτως. ἐξ ὧν εἶπον φησὶ, τοῦτό μοι συμπεραίνεται. καὶ τοῦτο εὑρίσκω, τὸ εἶναι τὸν νόμον, νόμον εἰς τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν· καὶ τοῦτο μόνον χαριζόμενον. τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται· καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου. εἰ μὴ καὶ μᾶλλον βλάβην κ ἐδεξάμην, ὅτι παρακεῖσθαι μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχε ἀφορμήν· ὁ νόμος οὖν, μόνον νόμος ἐγένετό μοι εἰς τὸ ἀγαθόν· ἄλλο δὲ οὐδέν· πόθεν δῆλον, ὅτι τὸ κακόν μοι [*](κ Hic est in codice rasura.)

200
ὡσαύτως παράκειται· η καὶ οὕτως· εὑρίσκω ἄρα ’τον νόμον, τουτέστι, κατενόησα καὶ κατελάμβανον τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς· ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσε· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν, οὐδὲν ἐπικουρεῖ· ἀλλ’ ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν ἒὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτῷ, ἐν τῷ ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν, εὑρίσκειν ἔτι τὸ κακόν· παράκειται γὰρ καὶ οὐκ ἀπελήλαται ὑπ’ αὐτοῦ ἐξ ἐμοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν. εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν, οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ τοῦ βαπτίσματος γὰρ ἐξώσθη καὶ ἀπελήλατο. ὥστε δεῖ Χριστῷ προσελθεῖν διὰ τοῦ βαπτίσματος, καταλιπόντας τὸν νόμον.