Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Εἰπών γε μὴν “εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλὸς,” δείκνυσι τέως τὴν διάνοιαν οὐ διεφθαρμένην. ἀλλὰ καὶ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν. εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται· ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἃν εἴη. ὅτι γὰρ καλὸς ὁ νόμος φησὶ, δῆλον ἐξ ὧν ἐμαυτου κατηγόρων παρακούω του νόμου, καὶ μισῶ τὸ γεγενημένον. καὶ τοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ παρ’ αὐτοῦ κελευόμενον γενέσθαι ἐμίσει;
Γενναδίου. Εἰ τοίνυν ἃ μὴ αὐτὸς θέλω ταῦτα ποιῶ, δι’ αὐτοῦ τούτου τὸ τὸν νόμον εἶναι καλὸν, καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ κατέγνωκα. κἂν μετίω τοῖς ἔργοις αὐτά.
Θεοδωρήτου. Καὶ αὐτὸ δὲ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω· οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμολογῶ.
Φωτίου. Σὺ δέ μοι οὕτω διαλεύκανον τὰ ῥητά. μετὰ τὸ πραθῆναι καὶ γενέσθαι ὑπὸ τὴν ἁμαρτίαν τὸν ἄνθρωπον, οὐ γινώσκει ὃ κατεργάζεται· τῆς συνηθείας τῆς αἰσχρᾶς, παντελῶς αὐτοῦ κυριευσάσης· καὶ μὴ συγχωρούσης εἰδέναι ὅτι κακόν ἐστιν ὃ πράσσει. διὸ καὶ ὃ ἐμίσει ἃν, εἰ ἄπρακτος καὶ ἐλεύθερος ἦν· καὶ ὃ οὐκ ἃν εἵλετο, τοῦτο καὶ αἱρεῖται. πεπραμένος ἤδη ὣν καὶ πράττει. εἰ δ̀οὲ ἐλεύθερος ὣν καὶ ἄπρακτος καὶ κατὰ φύσιν, οὐκ ἃν εἱλόμην ἃ νῶν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι συμψηφίζεται φυγεῖν· ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων, ἔκρινα φευκτέα εἶναι καὶ μισητά. οὐ γινώσκω οὖν, πραθεὶς δηλονοτι, οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω νῦν. πεπραμένος
Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί· τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. τὸ μὲν γὰρ θέλειν παράκειταί μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω· οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
Χρυσοστόμου. Σαφὲς ἄρα φησὶν τὸ μὴ ἐμὴν ἔτι, τῆς δὲ ἐν ἐμοὶ ἁμαρτίας εἶναι τὴν πρᾶξιν· ἐγὼ γὰρ αὐτὴν οὐδὲ βουλόμενος οὐδὲ θέλων πέφηνα· καὶ ἑρμηνεύων πῶς ποτε ἔφη τὸ, “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμάρτια, ἐπάγει· “γὰρ ὅτι οὐκ οἴκει ἐν ἐμοὶ “τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν.” διὰ πάντων τούτων, τὸ ἐν τοῖς ἁγίοις εὐαγγελίοις λέγων παρὰ τοῦ δεσπότου λεχθέν· “ὅτι “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ, ἀσθενήσ.” τὸ γὰρ τῆς σαρκὸς φθαρτὸν καὶ ἐμπαθὲς τῆς παρανομίας καταιτιᾶται· “οὐκ “οἰκεῖ γάρ,” φησιν, “ἐν τῇ σαρκί μου, ἀγαθόν·” τουτέστιν, οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον, καὶ ἀνενδεὲς καὶ ἀναμάρτητον. ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίας καλεῖ· καὶ σῶμα ἀμαρτίας, καὶ σῶμα θανάτου· αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθόν· καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν. ἐπὶ δὲ τῶν διὰ σαρκὸς ὤργων, αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω· ἀλλ’ ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν. ὑπάγομαι δὲ παρ’ αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν, εἰκότως οὐκ ἐμὴν ἀλλ’ ἀλλοτρίαν λογίζομαι.
Θεοδωρήτου. Καὶ σκόπει πῶς τοῦτο γίνεται· ἄρχειν τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ὁ νοῦς ἐτάχθη παρὰ Θεοῦ, ἐν ἐμοὶ, καὶ κυβερνᾶν τὰ μετὰ τὴν παράβασιν ταύτην καὶ διεξάγειν καλῶς·
Κυρίλλου. Ἐνίησι δὲ πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει· καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι· καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ καταστρατεύονται τοῦ πνεύματος· καὶ ἀνθέλκουσι πρὸς τὰ αἰσχίω· καὶ τοι φιλελεύθερον ὄντα τὸν νοῦν καὶ καυχώμενον ἐπ’ ἀρετῇ. διὸ καὶ εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, λέγει τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν· οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον· ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησί· “εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι “ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
Εἴποι δὲ ἄν τις, ἆρα εἰ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπουθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εῖεν ἂν ἄξιοι· ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσί· μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι· τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ’ οὐκ ἃν οῖμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο· οὐ γὰρ ἐξὸν ἀνεῖσθαι
Χρυσοστόμου. Ἀλλ᾿ ἐνταῦθα ἐπιτίθενται ἡμῖν οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. τι οὖν ἃν εἴποιμεν; ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν. ὅτι ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναι φησὶ, οὕτω καὶ ἐνταῦθα· οὐ γὰρ εἶπεν ὅτι ἡ σὰρξ αὐτὸ κατεργάζεται· ἀλλὰ καὶ τοὐναντίον ὅτι οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό ” εἰ δὲ λέγοι ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός. οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. ἡμεῖς δὲ ἐλάττονα μὲν τῆς ψυχῆς ὁμολογοῦμεν εῖναι τὴν σάρκα, καὶ καταδεεστέραν· οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηράν· ἀλλ’ ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστίν ἀλλὰ καὶ σφόδρα συμβαίνοντα· οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ· ὥσπερ οὖν ὁ λέγων, ὅτι οὐκ ἐν τῇ κιθάρᾳ· οὐδ’ ἐν τῇ νηὶ ἡ τέχνη· ἀλλ’ ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ· οὐ τὰ ὄργανα διέβαλεν· ἀλλὰ τὸ μέσον τὸ πρὸς τὸν τεχνίτην ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν ὅτι “οὐκ οἰκεῖ ἐν τῇ σαρκί “μου ἀγαθόν·” οὐ τὸ σῶμα διέβαλεν· ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα [*](g ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία a m. rec. i. m.)
Κυρίλλου. τινὲς δὲ τῶν ἀμαθεστέρων, οἴονται τὸν τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδα πῶς πρεσβεύειν ἐγνώκασιν ἐκεῖνοι, πλανῶντες τὲ καὶ πλανώμενοι. εἱμαρμένην γὰρ πλαστουργοῦντες τινὰ, καὶ τύχην, κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ· φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως· ἀνειμένην τὲ καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἃν ἕλοιτο τῶν πρακτέων. ἀνάγκῃ ’δε ὡσπερ καὶ τοῖς παρ’ ἐκείνων ὀροῖς τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν· οὐδ’ ἃν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν· κἂν εἰ ὁρῶτο πλημμελῶν· ὃ γὰρ ἦν ἀνάγκῃ καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσαι δ’ ἄν τις οὐ λίαν ἐμφρονως, τον επιεικη κα κόσμιον· τι γὰρ εἰ γέγονε τοιοῦτος, ουχ ἑκὼν, ἄλλα τοῖς ἑτέρων νεύμασι παρενηνεγμένος εἰς τοῦτο· μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης;
Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητήν· ἤγουν οἴεσθαι
Μαλλὸν δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο. τοῖς μὲν γὰρ ἔχουσιν ἐπ’ ἐξουσίας, ἃ ἃν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην· εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθοεργίαις ἐπίδοντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετολμήκασι· καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα. τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγόν· καὶ ᾗπερ ἃν τοῖς κρατοῦσι δοκῇ, τρεπομένοις ἀεὶ, πέριττον οἴμαι που τὸ θέσπισμα· καὶ τοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ᾿ ἃν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα, καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἣ γὰρ ἐκεῖνο λεγόντων οἱ δι’ ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεός. ἣ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀρρήτου δόξης καταχέαι τὴν ἄνοιαν ἣ τὴν ἄγνοιαν. νενομοθετήκασι δέ φασιν, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας, ὁμολογήσουσιν ἐναργῶς, οἳ δέ g που πάντως ἐλευθέρῳ φρονήματι [*](g Leg. vid. οἶδε.)
Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ’ ὅσον χρόνον ζῆ· οὐκοῦν, οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι, τὰ τοιάδε φησίν· Φιλοσοφεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται· μονονουχὶ δὲ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων· καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται· τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρουται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ· καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω κατ’ αὐτὸν γεγονότων ἀσθένειαν, ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος· “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω,” τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν· οἰομένους ὅτι τὸν πανάριστον ἀληθῶς θὼς διαζῶσι βίον. καὶ ὅτι τῆς ἐν τῷδε τῷ βίω τρυφῆς καὶ ἐξιτηλίασ, οὐδὲν ἃν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους· ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν, ταῖς σφῶν αὐτῶν ἡδοναὶ καὶ πέρι ἀυτῶν αντῶν που φησι ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες. ὧν ὁ Θεὸς, ἡ κοιλία· καὶ ἡ “δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ αὐτῶν·” οὗτοι φαῖεν ἃν ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον. “ὃ γὰρ κατεργάζομαι, “ οὐ γινώσκω·” οὐκοῦν οὗτοι ἀκουέτωσαν. “ἐκνήψατε οἱ μεθύοντες “ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει, τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἃν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρόν· οὕτως οἱ τὴν φρένα κατερρωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν οὐδὲ ὁ τί ποτε δρῶσιν, εἰδεῖεν ἄν. νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται, λέγων “ὃ κατεργάζομαι οὐ “ γινώσκω.” εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν· καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ· πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς· καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἃν εἰκότως, “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο