Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας ἡμῖν διαλέγεται. ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόμενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὕπερ ἤμων, καὶ ὅπως, οὐχ ἑαυτῷ ἤρεσε. καὶ μέτα τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφείλεται τῷ Θεῷ· εἰ δὲ μειζόνων εἰσὶν ὀφείλεται, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. ἐπειδὴ γὰρ σφοδρῶς ἐκείνων καθήψατο· ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν. ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίων πατέρων δείκνυσιν ἀγαθὰ τὰ διδόμενα. τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέους καὶ φιλανθρωπίας μόνης. διὸ καὶ ἔλεγε, “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν “ Θεόν. ” ἵνα δὲ σαφέστερον γένηται τὸ γενόμενον, αὐτῶν πάλιν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων, ἵνα μάθῃς τι ἐστι τὸ “ ὑπὲρ ἀληθείας Θεοῦ “ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι “ τὰς ἐπαγγελίας τῶν πατέρων.” τι ποτ’ οὖν ἐστι τὸ εἰρημένον; ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα, “ σοι “ δώσω τὴν γῆν καὶ τῷ σπέρματι σου.” καὶ “ ἐν τῷ σπέρματι “ σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. ” ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελιας ἐκείνης ἀπεστέρει λοιπὸν τῆς τῶν πατέρων. παραγενόμενος τοίνυν ὁ Υἱὸς, συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας
Μὴ τοίνυν στασίαζε, μὴ δὲ φιλονείκει· ἀντεχόμενος ἀκαίρως τοῦ νόμου. ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἃν, εἰ μὴ τισαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ ἄξιος σὺ σωτηρίας ἦς, ἀλλ’ ὥστε ἀληθεῦσαι τὸν Θεόν. εἶτα ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησὶν, “ τὰ δὲ ἔθνη ὑπὲρ “ ἐλέους δοξάσαι τὸν Θεόν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οἱ μὲν ἐξ Ιουδαίων, κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν. σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. εἰ καὶ τὰ μάλιστα οὐδ’ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο Χριστός. ἀλλ’ ὅμως, ἵνα αὐτοὺς κεράσῃ, καὶ μὴ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν. περὶ δὲ τούτων φησὶ ὅτι ἐλέῳ ἐσώθησαν μόνῳ. διὸ καὶ δίκαιοι ἃν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. δόξα δὲ Θεοῦ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾶν ἀπορρηγνύμενον τὸ μέλος. εἶτα καὶ μαρτυρίας ἐπάγει ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, καὶ δοξάζειν ὁμοῦ τὸν Θεόν. διὰ τούτων δὲ καὶ τὸν ἐξ
Λέγω δὲ, Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει, εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν, αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. καὶ πάλιν Ἡσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.