Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τοῦ Κυρίου τὴν περιτομὴν προεβάλλοντο, λέγοντες καὶ αὐτὸν τὴν κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, λέγων, ὡς ὑπέσχετο τῷ Ἁβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη. ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ σημεῖον. ἔδει τοίνυν καὶ τὸν ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόιαενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας. ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὰ ἔθνη τὴν χάριν δεξάμενα, ὑμνήσῃ τῆς φιλανθρωπίας τὸν χορηγόν.

Κυρίλλου. Ἐπειδὴ οὖν τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα, καὶ θήσει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ταύτῃ τοι πέφηνεν ἐν σαρκὶ, καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος. ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκός. πλὴν οὐ διακονηθῆναι, καθὰ φησὶν αὐτὸς, ἀλλὰ διακονῆσαι· ὡμολόγει γε μὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν. ἔφασκε γὰρ “ οὐκ ἀπεστάλην, εἰ μὴ “ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.” οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος, διάκονον αὐτὸν γεγενῆσθαι περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τεθεῖσθαι τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλεον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν, ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, τὸν σωτῆρα τὲ καὶ λυτρωτήν.

Δυνατὸν δὲ τὸ, διάκονον γεγενῆσθαι περιτομῆς, καὶ ἀντὶ τοῦ, διάκονον τῶν Ἰουδαίων νοῆσαι, τουτέστιν ὑπὲρ τοῦ, τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν. ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος Πατὴρ ἀληθεύῃ.