Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γενναδίου. Καὶ περὶ τῶν διὰ κακουχίας τοῦ σώματος, νεκρῶν τοῖς πάθεσι, καὶ ζώντων ἐν Χριστῷ.
478
Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἣ καὶ σὺ τί ἐξου- θενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπῖγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.
Θεοδώρου Μονάκου. Ἄρα δὲ πρὸ τοῦ πάθους, πάντων οὐκ ἦν Κύριος ὁ Χριστός; πῶς οὖν φησιν, “ εἰς τοῦτο ἀπέθανεν, ἵνα “ καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ ;” ἢ τί τὸ ἐκ τῆς ἐνανθρωπήσεως πλέον; ὅτι τῆ μὲν ἀληθείᾳ καὶ τῇ φύσει, δεσπότης ἦν ὁ ποιήσας, τῶν ποιηθέντων. τῇ δὲ τῶν ἀσεβούντων ἐκτροπῇ, τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐκ αὐτὸς ἐνομίζετο δεσπότης, ἀλλὰ τὰ ὑπ’ αὐτῶν προσκυνούμενα. ὥστε ἡ μὲν ἔνσαρκος αὐτοῦ παρουσία, τοὺς τε ὄντας μετ’ αὐτοῦ καὶ ἐσομένους μετ’ αὐτὸν, ὑπὸ τὴν αὐτοῦ δεσποτείαν προσῆγεν. ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ, τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν, τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμοὺς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ ἐγένετο. Μεθοδίου. Ἐκλάβοι δ᾿ ἄν τις τὸ, “ ἵνα ζώντων καὶ νεκρῶν “ κυριεύσῃ,” καὶ περὶ ψυχῶν καὶ σωμάτων· αἱ μὲν, γάρ εἰσιν ἀθάνατοι, τὰ δὲ, θνητά.