Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Φωτίου. Εἰ δὲ περὶ νηστείας τὸ πᾶν ἐκλαβεῖν βούλει, οὕτω νόησον. ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ’ ἡμέραν φαγεῖν, τῷ Κυρίῳ φρονεῖ. τουτέστιν, ἐν Κυρίῳ τοῦτο λογίζεται. τοῦτο γὰρ διὰ τὸν Κύριον ποιεῖ. καὶ ὁ μὴ κρίνων τοῦτο, μὴ δὲ λογιζόμενος, ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν Κύριον κρίνει τοῦτο καλὸν εἶναι, καὶ λογίζεται. αἴτια γάρ ἐστι ταῦτα τὰ εἰρημένα αὐτῷ, τοῦ “ ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” πῶς δὲ λέγεις τοῦτο Παῦλε; καλῶς εἰπον, φησίν. ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν, καὶ ὁ ἐσθίων καθ’ ἡμέραν, εἰς ἀρέσκειαν Κυρίου τοῦτο ποιοῦσι. καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα ἐπιτείνει τὴν αἰτίαν, καὶ φησὶν, καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ Θεῷ ἐν τῷ ἐσθίειν. ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν
Χρυσοστόμου. Πλήττει κἀνταῦθα τὸν Ἰουδαίζοντα λεληθύτως. ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν. δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν. ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται. τι οὖν ἐστιν, “ οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ ” οὐκ ἐσμὲν ἐλεύθεροι. δεσπότην ἔχομεν τὸν καὶ ζῆν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐκ ἐθέλοντα. καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. διὰ γὰρ τοῦτο δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς κήδεται. οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ δεσπότῃ. ἃν ἄρα ἀποθάνωμεν. θάνατον δὲ ἐνταῦθα τὸν ἐκ πίστεως λέγει. ἱκανὸν μὲν οὑν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν. ὅτι αὐτῷ ζῶμεν καὶ αὐτῷ ἀποθνήσκομεν. πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει. εἰπὼν γὰρ, “ ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν “ τοῦ Κυρίου ἐσμέν. καὶ ἀπ’ ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβάς· ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. ποῖον δὴ τοῦτο ; “ εἰς τοῦτο “ γὰρ Χριστὸς,” φησὶν, “ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν.
Γενναδίου. Ἢ περὶ τῆς τῶν ἡμερῶν παρατηρήσεως ὁ λόγος. ἀμφότεροι τοίνυν, φησὶ, ἑνὶ χρῶνται σκοπῷ· τιμῇ τῇ πρὸς τὸν Θεόν. ὁ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν, οἴεται Θεοῦ νόμον πληροῦν. ὁ τε ἀδιαφορῶν περὶ τοῦτο, πᾶσαν ὡς ὑπὸ Θεοῦ γενομένην ἡμέραν δι’ ὁμοίας ἔχει τιμῆς. ἀλλὰ μὴν καὶ ὁ ἐσθίων ὡσαύτως.