Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδωρήτου. Περὶ τῶν ἐδεσμάτων εἰπὼν, εἰς τὴν ἡμέραν μεταφέρει τὸν λόγον. οἱ μὲν γὰρ διηνεκῶς ἀπείχοντο τῶν ἀπηγορευμένων ὑπὸ τοῦ νόμου βρωμάτων· οἱ δὲ, ἐνίας ἡμέρας.
Χρυσοστόμου. Ἣ καὶ περὶ νηστείας ἐνταῦθα αἰνίττεσθαι μοι δοκεῖ. καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ διηνεκῶς νηστεύοντας, διακρίνειν. ἣ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἰναί τινας, τὰς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους. διὸ καὶ ἔλεγεν, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” οὕτω γὰρ καὶ τῷ παρατηροῦντι τὸν φόβον ἐξέβαλεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων. καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνήρει, δεικνὺς ὅτι οὐ σφόδρα περισπούδαστον τὸ περὶ τούτων ἐνοχλεῖν συνεχῶς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρόν· καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῆ πίστει. ἐπεὶ Κολασσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο σπουδῆς, “ βλέ- “ πέτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ “ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· κατὰ τὰ
Θεοδωρήτου. Οὐκοῦν καθολικῶς τοῦτο τέθεικεν. οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ τὴν ἐξουσίαν ἀπένειμε. τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς ἐκκλησίαις τὸ ἔθος μεμένηκε. καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν· ὁ δὲ μεταλαμβάνει πάντων ἀδεῶς τῶν ἐδεσμάτων. καὶ οὔτε οὗτος ἐκεῖνον κατακρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ· ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται.
Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω.