Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Φωτίου. Καὶ εἰ ἄρα ὁ μέν τις ἡμέραν παρ’ ἡμέραν ἐσθίει· ὁ δὲ καθ’ ἡμέραν, οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθιόντα. νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθὸν ποιεῖ, ποιῶν αὐτὸ διὰ τὸν Θεόν. οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ’ ἡμέραν. οὐ γὰρ νομοθεσίας ἐστὶν, ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. ἀλλ’ ἕκαστος κατὰ τὸν ἴδιον νοῦν πληροφορείσθω. ἢ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεί· ἢ ὅτι οὐ καλῶς μὴ νηστεύων ἀεί.

Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ’ καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.

475

Χρυσοστόμου. Ἔτι τῶν αὐτῶν ἔχεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐ περὶ τὰ καίρια τὸ πρᾶγμα ἐστί. τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν κἀκεῖνος καὶ οὗτος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὕτος, εὐχαριστοῦσι τῷ Θεῷ. εἰ τοίνυν εὐχαριστοῦσιν ἀμφότεροι, οὐ πολὺ τὸ μέσον. σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει τὸν Ἰουδαΐζοντα λανθανόντως. εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι, τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων, οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος ; ὅπερ οὑν καὶ πρὸς Γαλάτας ἔλεγεν, “ οἱ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξε- “πέσετε.” ἀλλ’ ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δέ. οὔπω γὰρ ἢν καῖρος.

Θεοδωρήτου. Συγκαταβατικῶς μέντοι ταῦτα λέγει. τὴν συμφωνίαν τῇ ἐκκλησίᾳ πραγματευόμενος. οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τὸν τῶν ἐσθιόντων καὶ τῶν οὐκ ἐσθιόντων σκοπόν. καὶ οὐ τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει.