Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον. πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. οὐ γὰρ λέγει ὅτι δίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον, ἀλλὰ τὴν ἀγωνίαν μόνον προτείνει τοῦ πράγματος· ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ’ αὐτοῦ λεγομένοις. ινα δὲ μὴ λέγῃ τίς τῶν πιστῶν, καὶ τι πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ νόμῳ τοσούτῳ ἀντικαταστῆναι, καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν, ἐπάγει, “ ἐν Κυρίῳ.” τουτέστι, παρ᾿ αὐτοῦ πληροφορηθείς. οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. τι τοίνυν πέπεισαι καὶ οἶδας εἰπὲ, ὅτι οὐδὲν κοινὸν δι’
Θεοδωρήτου. Ἢ καὶ οὕτως. ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, σὺ τίς ὣν ἀντινομοθετεῖς Μωϋσῆ; τὸν διὰ Μώσεως δεσπότην εἰς μέσον παρήγαγε. διδάσκων ὡς αὐτὸς τὰς νομικὸς παρατηρήσεις ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα. τὸ γὰρ δι’ αὐτοῦ, ἀντὶ τοῦ διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν. αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον, “ ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοι- νὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τί κοινὸν εἶναι, ἐκείνω κοινόν.