Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Κυρίλλου. Ἀξιόχρεως μὲν οὖν ὁ μάρτυς, εἰδέναι καὶ πεπεῖσθαι διϊσχυριζόμενος. προσεπάγει δὲ τὸ, “ ἐν Κυρίῳ Ἰησοῦ,” πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθές· ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν, ἐνδοιασμοῦ τινὸς δίχα. διαμέμνηται δὲ πάντως που εἰρηκότος Χριστοῦ, “ οὐ τὸ εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.” καὶ ὅτι “ πᾶν ἔδεσμα, χωρεῖ μὲν εἰς “ τὴν κοιλίαν. ἐκπέμπεται δὲ εἰς ἀφεδρῶνα.” καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἣ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφάς. ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, “ εἶδε,” φησὶ, “ ὅτι καλὰ λίαν. καὶ “ εὐλόγησεν αὐτά. ἐπαινοῦντός γε μὲν Θεοῦ καὶ ηὐλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φᾶναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἰναί τι πρόξενον; καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάρρησιν τοῦ προενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῆ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν. εἰ δὲ δή τις οἴοιτο κοινὸν εἰναί τι, κεκοίνωται διὰ τοῦτο, καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν. πάντα μὲν γὰρ καθαρά. κοινοῖ δὲ τὸν ἄπιστον, ἡ ἔπι τισιν ολιγοπιστια, καὶ οὐκ ἀυτὰ που πάντως α νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν, εἰς ὁ φύσει Θεὸς, καὶ

481
οὐδεὶς ἐπ’ αὐτῷ ἕτερος, ἀλλ’ οὔτε εἴδωλόν τι ἔστιν ἐν κόσμῳ λελόγισται δὲ παρ’ οὐδὲν καὶ τὸ εἰδωλόθυτον. ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἃν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γὲ μὴν οἰομένοις πολλοὺς εἰναι Θέους, ἔσται τι πάντως καὶ εἰδωλόθυτον. οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν. ἀνεῖται δὲ πάντως ἐπ’ ἐξουσίας τῶν ἐδωδίμων ἡ χρῆσις. τοῖς γὲ μὴν οὕτω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς.

Θεοδωήτου Ἐκ τοῦ εἰσ τοὺσ Λευϊτικούσ. Μῶσης μέντοι τὰ μὲν καθαρὰ τῶν ζώων, τὰ δὲ ἀκάθαρτα ὠνόμασε. διδάσκων μὲν καὶ διὰ τῶν σωματικῶν τὰς ψυχικὰς ἀκαθαρσίας φεύγειν, κατὰ τὸ νοούμενον· πείθων δὲ καὶ Ἰουδαίους μόνον ἡγεῖσθαι τὸν ἀληθινὸν Θεὸν, Θεόν. διχῆ γὰρ διελὼν, καὶ τὰ χερσαῖα ζῷα καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν, ἀκάθαρτα, τὰ δὲ, καθαρὰ προσειπὼν, πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν, ἢ τὸ ἀκάθαρτον ὀνομάσει Θεὸν, ὃ μυσαττόμενος ἀποστρέφεται, ἢ τὸ τῷ Θεῷ τῷ ἀληθινῷ προσφερόμενον, καὶ παρ’ αὐτοῦ ἐσθιόμενον;

Θεοδώρου. Ἢ καὶ γαστρὸς κρατεῖν ἀπὸ μέρους ἐθίζων αὐτούς.

Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.