Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Τῶν χαρισμάτων ἁψάμενος, οὐκ εἶπεν ὅτι ὁ μὲν, μεῖζον, ὁ δὲ ἐλάττον ἔλαβεν, ἀλλὰ διάφορα. ἵνα δείξῃ ὡς αὐτὸ μὲν, μέγα, τὸ δὲ, μικρόν. μεγάλα γὰρ ἅπαντα, ἀλλὰ ποικίλα καὶ διάφορα· καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην, καὶ σπουδὴν καὶ ἀντίληψιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν τινὰς ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο χάρισμα· καὶ πολλῷ μεῖζον ἐκείνου· ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους. καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν, ἔχει μισθὸν, τὸ δὲ, ἐστέρηται ἀμοιβῆς. ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστίν. ἐπειδὴ δὲ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι καὶ σπουδαιοτέρους· δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι, τοῦ μεῖζον ἣ ἔλαττον λαβεῖν. λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ τοῦ Θεοῦ δίδοσθαι. ὡς ὅταν λέγῃ, “ ἑκάστῳ ὡς ὁ “ Θεὸς ἐμέρισε.” καὶ πάλιν· “ κατὰ τὴν χάριν τὴν δοθεῖσαν “ ἡμῖν.” ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθυμοτέρους. “ κατὰ τὴν ἀναλογίαν,” γάρ φησιν, “ τῆς πίστεως.” εἰ γὰρ καὶ
Θεοδωρήτου. τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ “ δὲ” συνδεσμοῦ ἀναγινώσκων, καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων· οὕτω γάρ φησιν νοητέον, μέλη ἀλλήλων ἐσμέν· ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν, εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος.
Ἔχοντες δὲ χαρίσματα διάφορα, κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῆ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε ὁ παρακαλῶν, ἐν τῆ παρακλησίᾳ· ὁ μεταδιδοὺς, ἐν ἁπλότητι· ὁ προιστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἰλαρότητι· ἡ ἀγάπη ἀνυπόκριτος.