Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Φωτίου. Ἄλλος δὲ δυσὶ τρόποις ὅλον ἐσχηματίσθαι τὸ χωρίον ἔφη, ἕως τοῦ, “ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ· καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ’ ἕκαστον κῶλον παραλαμβάνεται. οἷον, εἴτε προφητείαν ἔχει τίς· εἴτε διακονίαν ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ, καὶ ζεῦγμα καλεῖται. ὅτι ζευγνύει πληθυντικὸν, ἑνικῷ, καὶ μετοχὴν, ῥήματι. οὕτως οὑν ἄπο κοίνου τὸ ἔχοντες κάτα το ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπιτκῶς δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει πρὸς αὐτοτέλειαν τοῦ νοήματος. οἷον, τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι. ἣ ἀρκείσθω, ἢ στοιχείτω, ἣ τί τοιοῦτον. οἷον, εἴτε προφητείαν ἔχει τίς, εἴτε διακονίαν, μενέτω ἕκαστος ἐν ᾧ ἔλαβε. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων, ἐκέχρητο τούτοις. ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα, καὶ τῶν εύτελῶν πολλάκις παρέχει τὴν γνῶσιν. οὐχ ὡς μεγάλων τούτων ὑπαρχόντων. τί γὰρ ἃν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα. οὔκουν ὡς μεγάλα τισὶν ἐκέχρητο τούτοις, ἀλλ’ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς
Ἀποστόαου. Ὁ δέ τις, οὕτως ἔφησε περὶ τούτων, ἔχει τίς προφήτης χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν. “ ἔθετο γάρ “ φησιν, ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον, ἀποστόλους· δεύτερον, “ προφήτας,” οὕτω φρονείτω κατὰ τὴν προφητείαν. εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα, γινώσκων ἐν τάξει καταδεεστέρα. οἷον αἱ χεῖρες, ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην, ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω. λείπει γὰρ τὸ, μενέτω. δεύτερον γὰρ προφήτας, τρίτον διδασκάλους. τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ καὶ διδάσκαλοι, ὥσπερ ὦτα ἀκούοντες, καὶ συνιέντες τὰ ὀφθαλμοῖς ὁρώμενα καὶ δηλούμενα. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπισυνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα. μεταδόσεις δαψιλεῖς, προτασίας σπουδαίας, ἔλεον φιλάνθρωπον. ἐπήγαγε γὰρ, “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.”
Θεοδώρου. Ἕ΅τερος Ἕτερος δὲ, ἐλλιπῶς ἔχειν ἔφη. λείπει γὰρ τὸ, δεικνύωμεν τὴν χάριν. ἵνα ᾖ τοιοῦτον. ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν, οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύωμεν τὴν χάριν. οἱ δὲ διακονίαν, ἐν διακονία. οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ. καὶ ἕκαστος ἐν ἡ ἐγκεχείρισται λειτουργίᾳ.