Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Πάλιν τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται. μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. ἄνω μὲν γὰρ εἰπὼν “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χρείαν ἀνέῳξεν. ἐνταῦθα μέντοι ὑπὲρ τῶν ἁγίων φησίν. καὶ οὐκ εἰκε παρέχετε αὐτοῖς τὰς χρείας, ἀλλὰ κοινωνεῖτε αὐτῶν ταῖς χρείαις. δεικνὺς, ὅτι μείζονα λαμβάνουσιν, ἣ διδόασι. καὶ ὅτι εὐπορία τὸ πρᾶγμα ἐστίν. εἰσφέρεις σὺ χρήματα, εἰσφέρουσι σοι παρρησίαν τὴν πρὸς ’τον Θέον ἐκεῖνοι.

Θεοδωρήτου. Τῇ μνήμῃ οὐν τῆς κοινωνίας, εἰς φυλοτιμίαν προτρέπει. τίς γὰρ οὐχ αἱρεῖται μεταδοῦναι χρημάτων, ἵνα κοινωνὸς γένηται κατορθωμάτων; τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη, “ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. ινα τὸ εκει- “ νῶν περίσσευμα γένηται, εἰς τὸ ὑμῶν ὑστέρημα.

Χρυσοστόμου. Οὐκ εἶπεν ἐργαζόμενοι, ἀλλὰ διώκοντες. παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν. ἀλλ’ αὐτοὺς ἡμᾶς ἐπιτρέχειν καὶ καταδιώκειν. “ εὐλογεῖτε τοὺς “ διώκοντας ὑμᾶς. εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.” διδάξας αὐτούς. πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρή. καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν· εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς

449
οἰκείους μὴ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει. οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ’ ἐκεῖνα ταῦτα τίθησι καὶ φησὶ, “ εὐλογεῖτε τοὺς διώκοντας “ ὑμᾶς.” οὐκ εἶπε μὴ μνησικακεῖτε, μὴ δὲ ἀμύνεσθε. ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐξῄτησεν. ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου. τοῦτο δὲ Ἀγγέλου λοιπόν. καὶ εἰπὼν, “ εὐλογεῖτε,” ἐπήγαγε, “ καὶ “ μὴ καταρᾶσθε.” ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον. καὶ οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐκέλευσε, προιὼν δὲ, καὶ ἔργοις εὐεργετεῖν παραινεῖ, “ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν “ μετὰ κλαιόντων.”

Χρυσοστόμου. Ἐπειδὴ γάρ ἐστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι· μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. διὸ καὶ τοῦτο ἐπήγαγεν ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. φιλοσοφωτέρας δὲ δεῖται ψυχῆς τὸ χαίρειν μετὰ χαιρόντων μᾶλλον, ἣ τὸ κλαίειν μετὰ κλαιόντων. τοῦτο μὲν γὰρ, καὶ ἤ φύσις αὐτὴ κατορθοῖ· καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα. ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε μὴ μόνον τῷ εὐδοκιμοῦντι μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. διὰ τοῦτο, καὶ πρότερον αὐτὸ τέθεικεν. οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. οὐ γὰρ εἶπε λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις, ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλέον ἀνεῖλες κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. διὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι.