Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Ἢ Πνεῦμα μὲν ἐνταῦθα τὸ χάρισμα προσηγόρευσεν. ὕλην δὲ τούτῳ προσφέρειν καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. τοῦτο δὲ καὶ ἑτέρωθι λέγει, “ τὸ Πνεῦμα μὴ “ σβέννυτε.” σβέννυται δὲ τὸ Πνεῦμα, τοῖς ἀναξίοις τῆς χάριτος. οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται.

Χρυσοστόμου. Διὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεύειν τῷ Θεῷ. ὅσα γὰρ ἃν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν δεσπότην σου διαβαίνει. καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτως σοι τὸν μισθὸν λογιεῖται. εἶδες ποῦ τὸ φρόνημα ἀνήγαγε τοῦ ταῦτα ἐργαζομένου; εἶτα δεικνὺς πῶς ἃν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησὶν, “ τῇ “ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσ- “ καρτεροῦντες.” ταῦτα γὰρ πάντα, ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν, καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν μετὰ τῆς ἀγάπης, μετὰ τοῦ Πνεύματος, διὰ τῆς ἐλπίδος. οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς πάντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων ἀγαθῶν, ἕτερον πάλιν δίδωσιν ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, “ τῇ θλίψει “ ὑπομένοντες.” καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι, μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ, καρτερικὸς καὶ δόκιμος γίνεσθαι. μετὰ δὲ τούτου, καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων,

448
“ τῇ προσευχῇ προσκαρτεροῦντες.” ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ Πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλίψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως· καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον τὴν προσευχὴν, καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τι λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων; οὐδέν.

Θεοδωρήτου. Ὁ τοίνυν τῷ Πνεύματι ζέων, καὶ προθύμως τῷ δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσπιπτόντων περιγίνεται πειρασμῶν· ταῖς τούτων προσβολαῖς, τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. τοῦτο γὰρ εἶπε “ τῇ προσευχῇ “ προσκαρτεροῦντες.” τουτέστι, διηνεκῶς τοῦτο δρῶντες.

Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.