Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

36, 33. κ. τὰ ἑξῆς. πολλὴν ἔδειξεν αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν φιλανθρωπίαν ὑπερβάλλουσαν· διότι τῆς εἰς αὐτὸν καταφρονεῖ τιμῆς ὑπὲρ τῆς εἰς τὸν πλήσιον ἀγάπης· δεικνὺς ὡς οὐδὲ τὰ πρότερα τερα ἐξ ἀπεχθείας τινὸς οὐδὲ ἐπιθυμίᾳ κολάσεως ἠπείλησεν, ἀλλὰ ἀπὸ φιλοστοργίας πολλῆς. ἐγκοπτέσθω γάρ, φησιν, ἡ ἐμὴ λατρεία, ἵνα ἡ σὴ ἀγάπη μείνῃ. ἐπειδὴ καὶ τοῦτο θυσία ἐστιν ἡ πρὸς τὸν πλησίον καταλλαγή· δύο ταῦτα ἐκ τούτου αἰνιττόμενος, ὅτι περ πολυτίμητον ἱμητὸν θυσίαν τὴν ἀγάπην ταύτην ἡγεῖται, καὶ ὅτι ταύτης ἄνευ οὐδὲ ἐκείνην προσδέχεται ἔτι δὲ καὶ ἀφόρητον τιθεὶς ἀνάγ- κην τῆς καταλλαγῆς, ἵνα κἂν μὴ διὰ τὴν πρὸς τὸν πλησίον ἀγάπην, διὰ γοῦν τὸ μὴ κεῖσθαι ἀτέλεστον τὴν θυσίαν, ἐπειχθήσεται καταλλαγῆναι τῷ λυπουμένῳ, τοῦ καταλῦσαι τὴν ἐχθράν.