Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
36, 28. καὶ λοιδ. κ. ὑβρ. καὶ ἐπιορκίαι καὶ τὸ ψευδομαρτυρεῖν· μὴ τοίνυν εἰ ῥῆμα ψιλόν ἐστιν ἴδετε, ἀλλ’ εἰ μὴ πολὺν ἔχει τὸν κίνδυνον, τοῦτο ἐξετάσωμεν. ἣ ἀγνοεῖτε ὅτι ἐν τῷ τῆς ἐχθρᾶς χαιρῷ, τῆς ὀργῆς ἐκκαιομένης καὶ τῆς ψυχῆς ἐμπιπραμένης, καὶ τὸ μικρὸν μέγα φαίνεται; διὰ τοῦτο τῷ μωρὸν ὀνομάζοντι τὸ τῆς γεέννης ἠπείλησεν πῦρ. ἐπειδὴ ᾧ τῶν ἀλόγων διεστήκαμεν, καὶ ᾧ μάλιστά ἐσμεν ἄνθρωποι, τῷ νῷ καὶ τῇ συνέσει, τοῦτο ἐστέρησεν τὸν ἀδελφόν· ὁ γὰρ ὑβριστὴς τὸ τῆς ἀγάπης καλὸν λυμαίνεται, μυρίους τὸν πλησίον περιβάλλων δεινοῖς. μὴ τοίνυν ὑπερβολῆς τινος εἶναι νομίσωμεν τὰ λεγόμενα, ἀλλ’ ἐννοήσαντες τὰ ἐξ αὐτῶν κατορθούμενα, θαυμάσωμεν τῶν πραγμάτων τὴν ἡμερότητα· οὐδὲν γὰρ τῷ Θεῷ περισπούδαστον ὡς τὸ ἡνῶσθαι καὶ συνδεδέσθαι ἡμᾶς ἀλλήλοις διὰ τῆς ἀγαπῆς. εἰσὶν δέ τινες ὅτι τὸ μωρὸν μὲν εἰπεῖν τὸν πλησίον παραιτοῦνται· ἑτέρως δὲ αὐτὸν καθυβρίζουσιν ἑαυτοὺς ἐξαπατῶντες· καὶ γὰρ ὑπ’ ἐλαχίστης ὕβρεως μεγάλη κόλασις τοῖς ὑβρισταῖς ἐναπόκειται.