Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ Διδασκαλίας τοῦ Σωτῆρος.
[*](1)Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ
[*](2)Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.
Ἀντὶ τοῦ τὸ Πνεῦμα προετρέπετο αὐτὸν ἐπὶ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.
Κυρίλλου. Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν.
Σευήρου. Οὐκ ἄκων εἵλκετο. ταῦτα γὰρ πρὸς ἡμῶν ὑποτύπωσιν γέγονεν, ἵνα μετὰ τὸ βάπτισμα, μηκέτι αὐτοὺς ἄγωμεν, ἀλλ’ ἐκδῶμεν ἑαυτοὺς τοῖς νόμοις τοῦ Πνεύματος, καὶ ἀπ’ αὐτοῦ ἀγόμεθα ἐπὶ πνευματικὴν ζωὴν, καὶ κατὰ τῶν τοῦ διαβόλου ἀγώνων. οὐχ ὑπερέβη δὲ ὁ Χριστὸς τὸ τῶν ἡμερῶν τῆς νηστείας μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἠλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ c καὶ πεσεῖν.
Ἐπιφανίου. Ἐπείνασεν ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν.
Θεοδώρου Ἤρακλείασ. Τὸ δὲ οὐκ ἐπ’ ἄρτῳ, ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.
[*](5)τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
Σευήρου. Τὸ δὲ παραλαμβάνει αὐτὸν ὁ διάβολος,” ὡς Θεὸς [*](b πολλὰ Cod. c ἀνῶ Cod.)
Τοῦ Χρυσοστόμου. τότε, πότε; μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν. ὑπὸ ποίου δὲ Πνεύματος ἀνήχθη; ὑπὸ τοῦ Ἁγίου. διατί δὲ ὑπὸ τοῦ διαβόλου πειρασθῆναι; ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττεν· ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ d γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’ ἵνα πολεμῶμεν e.
Εἰς δὲ τὴν ἔρημον ἄγεται, διδοὺς ἀφορμὴν τῷ διαβόλῳ. τότε γὰρ μάλιστα ἐπιτίθεται ἡμῖν, ὅτε ἴδῃ μεμονωμένους. καὶ πεινῶντι προσέρχεται, ἵνα μάθωμεν πῶς ἡ νηστεία καλόν· καὶ ὅτι μετὰ τὸ βάπτισμα, οὐ τρυφῇ ἀλλὰ νηστείᾳ προσέχειν δεῖ πάντας· διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐχ ὡς αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερομένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾶς, ἀλλ’ “εἰ Υἱὸς εἰ τοῦ Θεοῦ εἰπὲ, ἴνα οἱ λίθοι ἄρτοι κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾶν, εἶπεν αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς, [*](d μείνει Cod. e πολεμοῦμεν Cod)
Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Ἀνεχώρησεν ἀκούσας ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ [*](Ε 2)
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
τοῦτο δηλοῖ τὸ ἐξ οὗ ἐνεβλήθη εἰς τὸ δεσμωτήριον ὁ Ἰωάννης· διατὶ δὲ μὴ έξαρχῆς ἐκήρυξεν αύτός; τι δὲ ὅλως Ἰωάννου ἐδεῖτο, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, “ὑψίστου κληθήσῃ· ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον ἐμαρτύρησεν ἑαυτὸν, τι οὐκ ἃν ἐφθέγξαντο e; ἀρξάμενος δὲ κηρύσσειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν πέρι αὐτοῦ εἶχον.
[*](18)Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας.
Χρὴ δὲ τοῦτο γινώσκειν ὅτι δευτέρα ἦν ἡ κλῆσις Πέτρου καὶ Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλθον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας [*](d δὴ Cod. e ἐφθέγξατο Cod.)
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζεν ὁ Κύριος ἡμῶν Ἰησοῦς· καὶ ἐντεῦθεν παιδεύων πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν· ἐπιχωριάζων δὲ οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο· ἔχων λοιπὸν δὲ τοὺς μαθητὰς, δι’ ὧν ἐποίει ταῦτα, τὰ ὑπὸ τοῦ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῶ Θεῶ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως [*](f ἁλείαν Cod. g ἀρετὴ Cod.)
Σκόπει δὲ τὸ ἀπέριττον τοῦ Εὐαγγελιστοῦ· πῶς ἐν βραχέσι ῥήμασι τοσαῦτα πλήθη παρέδραμε σημείων· καὶ οὐ καθ’ ἕνα διηγεῖται τῶν θεραπευθέντων. διατὶ δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις h ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.
[*](21)Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.
Εἰκὸς Ζεβεδαῖον μὴ παραδέχεσθαι τὸ κήρυγμα· διὸ εἰκότως ἀφίεται ὑπὸ τῶν ἐξελθόντων ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου του πατρὸς·