Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν.

Ὠριφένουσ. Πρῶτον Ἰωάννην εὑρίσκομεν ὀνομάζοντα βασιλείαν οὐρανῶν, ἥτις ἦν ὁ Χριστός.

Κυρίλλου. βασιλεία τῶν οὐρανῶν, ἡ διὰ πίστεως δικαίωσις, καὶ ὁ διὰ Πνεύματος ἁγιασμός.

Σευηριανοῦ. Ἰωάννου s. Ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἀπόλαυσις τοῦ μέλλοντος αἰῶνος.

[*](1)

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.

Εἰπὼν ὁ Εὐαγγελιστὴς “ ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται “Ἰωάννης ὁ βαπτιστὴς, οὐχ ὅτε παῖς ἦν ὁ Χριστὸς, καὶ εἰς Ναζαρὲτ ἦλθεν λέγει. μετὰ γὰρ τριάκοντα ἔτη παραγίνεται Ἰωάννης, καθὼς ὁ Λουκᾶς μαρτυρεῖ, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τῇ γραφῇ τούτων χρῆσθαι τῶν τρόπων· οὐχ ὅταν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγει μόνον, ἀλλ’ ὅτ’ ἃν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα· ὥσπερ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν εἰπὼν ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῆς κατασκαφῆς τῆς μητροπόλεως, καὶ μέλλων καὶ περὶ τῆς συντελείας λέγειν, ἐπήγαγεν, τότε τὰ καὶ τὰ ἔσται· οὐ συνάγων τοὺς χρόνους τῆς κατασκαφῆς καὶ τῆς συντελείας, τότε εἶπεν· ἀλλ’ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧτ’ ταῦτα συμβήσεσθαι ἔμελλεν· οὕτω γοῦν καὶ νῦν λέγων ποιεῖ· “ ἐν ταῖς “ ἡμέραις ἐκείναις· οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ’ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν, ἃ διηγήσασθαι παρεσκεύαστο

Τὸ δὲ “ ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν,” περὶ τῆς παρουσίας αὐτοῦ καὶ τῆς ἐσχάτης φησίν· εἰ καὶ μὴ τοῦτο τέως ἐννόουν, ἕως οὗ εἰς ζήτησιν ἦλθον τοῦ κηρυττομένου. διὸ καὶ τελῶναι πολλοὶ καὶ στρατιῶται παραγενόμενοι, ἠρώτων “ τί δεῖ πράττειν, ἵνα [*](s Scil. Χρυσοστόμου. t κατασφαγῆς Cod.)

21
“ σωθῶσιν;” ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπαλλάττεσθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾶν, καὶ τὰ μέλλοντα όνειροπολεῖν. καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα, καὶ ἦν θαυμαστὸν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων ποτὲ, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν μαρτυροῦντα περὶ αὐτοῦ, ὅτι οὗτός ἐστιν, ὃν παρέσεσθαι ἔφην βοῶντα καὶ κηρύττοντα κατὰ τὴν ἔρημον. καὶ γὰρ καὶ ἡ στολὴ αὐτοῦ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας· ἔτι δὲ καὶ μεῖζόν τι· ἐκείνου μὲν καὶ ἐν πόλεσιν ἀναστρεφομένου· τούτου δὲ ἐκ σπαργάνων τὴν ἔρημον οἰκήσαντος· οὐ γῆν ἀροτριάσαντα, ἐσχεδιασμένην ἔχοντα τράπεζαν, καὶ εὐκολωτέραν τῆς περιβολῆς τὴν οἴκησιν, οὔτε γῆν, οὔτε κλίνην κεκτημένην, οὔτε ἄλλου τινὸς δεηθέντος ποτὲ, ἀλλὰ ἀγγελικήν τινα ἐν τῇ σαρκὶ ταύτῃ πολιτείαν ἐπιδεικνύμενον. διὰ τοῦτο καὶ τρίχινον ἦν αὐτῷ τὸ ἱμάτιον, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ’ ἐπὶ τὴν προτέραν ἀνατρέχειν εὐγένειαν, ἐν ᾖ ἦν, πρινὴ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. εἰ οὖν ἐκεῖνος ὁ καθαρὸς οὕτω, καὶ τῶν οὐρανῶν λαμπρότερος ὣν, καὶ ὑπὲρ προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παρρησίαν τοσαύτην ἔχων, οὕτως ἑαυτὸν ἐσκληραγώγει, καὶ ταῦτα τῆς παλαιᾶς κρατούσης, τίνα ἕξομεν ἡμεῖς ἀπολογίαν, οἱ μετὰ τὴν χάριν καὶ τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων, μηδὲ ὀλίγον τί τῆς πολιτείας ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ πάντοθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες

[*](5)

τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου.

Ἐξεπορεύοντο δὲ πρὸς αὐτὸν, καὶ ἐβαπτίζοντο, διότι ἦν ἄξιον θαύματος ἰδεῖν ἐν ἀνθρωπίνῳ σώματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παρρησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον· συνετέλει δὲ εἰς ἔκπληξιν, καὶ τὸ διὰ πολλοῦ

22
χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου.

[*](7)

Ἰδῶν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ.

Ἐπειδὴ δέ φησιν ὁ Εὐαγγελιστὴς περὶ τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων, ὅτι ἦλθον εἰς τὸ βαπτισθῆναι· πῶς ὁ Χριστὸς λέγει, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ’ αὐτοῦ μὴ δέξασθαι. παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος· δείκνυται δὲ τοῦτο, ἐξ ὧν πρὸς τὸν βαπτιστὴν ἔπεμπον λέγοντες, εἰ σὺ εἰ Ἤλιας; εἰ σὺ εἰ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· οἱ “ δὲ ἀπεσταλμένοι ἦσαν ἀπὸ τῶν Φαρισαίων.

Γεννήματα ἐχιδνῶν.

Εἶπεν δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ὅτι οὐδὲν ἄμεινον διέκειντο αὐτοὶ τε καὶ οἱ γεγεννηκότες αὐτοὺς του θηρίου τούτου· καὶ γὰρ τοῦτο διαφθείρει τὴν ὠδίνουσαν, καὶ διατρώγων τὴν γαστέρα αὐτῆς, οὕτως ἐξέρχεται εἰς φῶς, ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι u γινόμενοι, καὶ μητραλοῖαι x, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσί.

Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιον λέγει κόλασιν· οὐ γὰρ τὰ εἰωθότα, οἷον πολέμους καὶ αἰχμαλωσίας.

[*](8)

Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.

Καρποῦς δὲ ἀξίους τῆς μετανοίας εἶπεν, οὐ τὴν πονηρίαν μόνον φυγεῖν, ἀλλὰ καὶ ἀρετὴν πολλὴν ἐπιδείξασθαι· μηδὲ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ταύτῃ θαρρεῖν. φαινονται γὰρ καὶ μετὰ ταῦτα λέγοντες, “ ἡμεῖς πατέρα ἔχομεν “τὸν Ἀβραάμ.

Τὸ δὲ “ δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων,” καὶ τὰ ἑξῆς· τινές φασι περὶ τῶν ἐθνῶν ταῦτα λέγειν· λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον ἔχειν φημί· ὅτι μὴ νομίζετε y, φησιν, ὅτι ἃν ὑμεῖς ἀπόλησθε z, ἄπαιδα [*](u πατραλύαι Cod. x μητρολύαι Cod. y νομίζεται z ἀπολεῖσθαι Cod)

23
ποιήσετε a τὸν πατριάρχην· τῷ γὰρ Θεῷ δυνατὸν, καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, ὥσπερ καὶ πρώην· τοῦτο γὰρ ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας τῆς Σάρρας προελθεῖν παιδίον. οὐκ εἶπεν δὲ ἤγειρεν, ἀλλ᾿ “ἐγεῖραι,” ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν.

[*](10)

Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Τὸ δὲ ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, δηλοῖ ὅτι ἐπίκειται μὲν τῇ ῥίζῃ, καὶ οὐδὲ μίαν ἀναβολὴν τῆς κοπῆς ἐπιδείκνυται. πλὴν ἃν μεταβαλεῖσθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἃν δὲ τοῖς αὐτοῖς ἐπιμένετε, πρόρριζον ἀνασπάσῃ τὸ δένδρον· ἐπίκειται μὲν γὰρ, ἵνα μὴ ἀναπέσηται· οὐ τέμνει δὲ, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλλομένους σωθῆναι. εἰπὼν “ὅτι πᾶν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν, καὶ τὰ ἑξῆς· τὴν ἐπὶ τῆς συγγενείας προεδρίαν ἐκβάλλει κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔγγονος ἧς, φησὶ, διπλὴν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων.

[*](11)

Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.

Τοῦ ἁγίου Βασιλείου. Τὸ τοῦ Χριστοῦ βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγει· τὸ δὲ ἐν Πνεύματι Ἁγίῳ, τὴν ἐν πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐσομένην ἐπὶ τοὺς Ἀποστόλους ἐπιφοίτησιν.

Τοῦ Χρυσοστόμου. Διὰ τούτου τὸ δαψιλὲς τῆς δωρεᾶς ἐμφαίνει, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ ἀδελφότητα· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρότερον καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται.

Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει, ἐν νεύματι Ἁγίῳ.

Διὰ δὲ τὸ εἰπεῖν τὸν ἱμάντα τοῦ ὑποδήματος, τὸ ἔσχατον πάντων ἐσήμανεν, ὅτι τοσοῦτον ἀπέχω, φησὶ, τοῦ μετ’ ἐμὲ ἐρχομένου πρὸς σύγκρισιν, ὅτι οὐδὲ εἰς δούλους ἐκείνου τάττεσθαι [*](a ποιήσεται Cod.)

24
εἰμὶ ἄξιος. οὐδὲ γὰρ τὰ ὑποδήματα, ἀλλ’ οὐδὲ τὸν ἱμάντα τοῦ ὑποδήματός εἰμι ἄξιος λῦσαι.

[*](12)

Οὗ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην.

Θεοδώρου Ἡρακλείασ. Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδικῶν.

Κυρίλλου. τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.

Τοῦ Χρυσοστόμου. Τὸ πτύον, τὸν κριτὴν σημαίνει διαχωρίζοντα τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλούς· σῖτον μὲν τοὺς δικαίους, ἄχυρον δὲ τοὺς ἁμαρτωλούς. πῦρ δὲ ἄσβεστον λέγων τὴν τιμωρίαν ἀθάνατον δείκνυσιν.

[*](14)

Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρι πρός με;

Διατί δὲ διακωλύων ὁ Ἰωάννης τὸν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον ἐπείσθη; ὅτι οὐκ ἦν ἄμετρος φιλόνεικος· ἀλλὰ καὶ τὸ ἀνάξιον ἐνδείκνυται καὶ τὴν ὑπακοήν· οὐχ ἁπλῶς δὲ εἰπεν αὐτῷ ὁ Χριστὸς, ἄφες ἀλλὰ καὶ τὸ ἄρτι προσέθηκεν· οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ’ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς, ὅτε τούτων ἐστὶν ὁ καιρός.

[*](16)

Καὶ ἰδοὺ, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν.

Τίνος δὲ χάριν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς φαίνεται; ὅτι ἥμερον τὸ ζῷον καὶ καθαρόν· ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. λοιπὸν δὲ καὶ διὰ τὸ εὐαγγελίσασθαι ἐπὶ τοῦ κατακλυσμοῦ τὴν περιστερὰν τὴν λύσιν τοῦ χειμῶνος, κάρφος ἐλαίας ἐπιφερομένην· καὶ γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νῦν λύσιν τῶν κακῶν ἡμῖν ἤγαγεν, καὶ ἀντὶ κλάδου ἐλαίας, τὸν πάντων έλευθερωτὴν ἡμῖν δείκνυσιν· εἰ δὲ καὶ ὄψει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον, χρὴ γινώσκειν, ὅτι οὐ φύσιν περιστερᾶς ἀνέλαβεν,

25
καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ φύσιν ἀνθρώπου· ὅθεν καὶ ὁ Εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ’ ἐν εἴδει περιστερᾶς· διὸ οὐδὲ ἐν τοιούτῳ σχήματι ὤφθη μετὰ ταῦτα· ἔμεινε δὲ ἐπὶ τὸν Κύριον καὶ Θεὸν Ἰησοῦν Χριστὸν τὸ Πανάγιον Πνεῦμα, διὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν, ἵνα μὴ νομίσωσιν αὐτὸν ὡς ἕνα τῶν πολλῶν εἶναι, τὴν δὲ φωνὴν περὶ Ἰωάννου ἐνεχθῆναι· καὶ γὰρ πολλοὶ b μεῖζον αὐτοῦ τὸν Ἰωάννην ἐνόμιζον.