In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

“Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται· καὶ σοφὸν εἶναι φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα “Μὴ ἐξύψου “σεαυτὸν, ἵνα μὴ πέσῃς,’’ καὶ πάλιν “ Ὅς ὑψηλὸν ποιεῖ τὸν xvii. ἑαυτοῦ οἶκον, ζήτει συντριβὴν. ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομημάτων ἑτοιμότερά πὼς εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· [*](605 A. a) οὕτω καὶ ἀνθρώπου ψυχὴ τῆ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν.

[*](Κεφ. γ΄.)