In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ὠς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλαζὼν [*](a 604 Α.) ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι “Καὶ αὐτὸς ἐν [*](Abac. i. 10.) “βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ “αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται.’’ ὅτι τοίνυν ὑπερόφρυς [*](b) ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, άναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ’ ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ “τάδε λέγει ὁ βασιλεύς Μῆ ἀπατάτω [*](Es. xxxvi. 14.) “ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, “καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός. [*](c) καὶ μετ’ ὀλίγα “Μῆ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος [*](Ib. 18.) “τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;” αὕτη τοίνυν ἡ φαυλιστρια πόλις, ἡ κατοιομένη τε καὶ λεγουσα Ἐγώ εiμι καὶ οὐκ ἔστι μετ’ ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμπροῦ ποιεῖσθαι φιλεῖ, ταύτῃσι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ’ αὐτῇ χρῆναι λέγειν Πως ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλπαραπορευόμενος [*](1. F. (Alex.) Statim αὐτὴν pro δι’ αὐτῆς F. (Co.) 3. ᾑρημένη Β. εἰθισμένη D. Edd. 5. ὑπερτ. αἴρουσα pro ἀνασπῶσα τὴν ὑπερτ. D. καὶ] + κατὰ Edd. καὶ πάσης—ἰσχύν om. D. 6. ἑτέρων ἰσχύν edidi ex B, Ῥωμαίων ἀρχήν Edd. clausulam totam omittit D. 8. ὅτι om. Β. 14. ἀληθῶς Edd. 16. τείχει] + τῆς ‘Iερουσαλὴμ Edd. προσλαλῶν pro προσέβαλε iid. 21. βασιλέων iid. 23. τοίνυν accessit e.x B. 25. ὀφείλει pro φιλεῖ Edd. )