In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα [*](d) τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξηρημένης ἤμων ἀπάσης ἀρέτης. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἰερουσαλὴμ εὖ [*](Hier.vi. 7, 8.) μάλα καὶ σοφῶς εἰρημένον “Πόνῳ καὶ μάστιγι παιδευθήσῃ “Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω “σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται.’’ Θεοῦ γὰρ ἡμῶν ἐξελόντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες [*](e) θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀγρία πληθύς.