In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον [*](e) Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἢν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν “Ἴδου [*](Hier. xxix. 2.) “δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάρρουν [*](a 603 Α.) “κατακλύζοντα.’’ ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγη, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρίζεται, σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν [*](b) αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ [*](3. νεμήσεται F. (22. al.) 7. Ἅψομαι, φησὶ, καὶ Β. ὄψομαι φησὶ καὶ D. Ὄψομαι* φησὶ τοὺς τοὺς inseruit primus Pontanus, ad sensum, ut opinabatur, implendum] Edd, χώραν Aub. 14. τὴν pro τῆς Edd. 18. λέγει iid. 20. σημεῖα iid. που om. B. 26. αὐτῷ Edd.)