In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπιτελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; “Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα [*](S.Matth. xxii. 7.) “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν [*](b) “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν [*](Acta SS. App. iii. 15.) τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ [*](c) δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη.

Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενημένω [*](d) κατὰ καιροὺς ἐπὶ ’Oζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως [*](2. ὁ alt. assumptum ex C. 4. Haec ἐπὶ πανήγυριν accesserunt ex C. 5. διεχειρίσαντο C. διεχρήσαντο Edd. 6, τις (sic) C. 10. ἐχθρούς C. ἐχθροῖς iid. 11. κινημάτων B.C. νικημ. Edd. 12. δίκην B.C. νίκην iid. 16. φύσει C. φύσιν iid. 18. ὑπομενεῖ D. iid. ὑπομένει b. ὑπομένειν C. εἰς prius] + τὴν b. ἕω C.b. ἠῶ Edd. 24. ἕως B.C.b. ἐς Edd. 28. θώκους] θρόνους C. )

516
[*](2 Par. xxvi. 19.) τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιῶν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκαθεῖναι [*](e) δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς.

Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑποδηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν [*](S.Mattb. xxvii. 50-52) οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα. καὶ ἴδου τὸ καταπέτασμα του [*](793 Α. a )“ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, “ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν [*](b) τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; [*](Ezck. xi. 19.) “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς “ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί [*](5. ἐγκαθεῖναι C.b. ἐμφραγῆναι Edd. 6. τὰς om. C.b. 8. ἐπὶ C.b. ἐν Edd. 9. γὰρ C. οὖν iid. ὁ Προφήτης ἐν τούτοις hoc ordine C. 15. ἠνεῴχθησαν C. ἀνεῴχθ. Edd. 16. ἠγέρθησαν C. ἠγέρθη iid. 18. καταρηγνυσθαι C. 19. τε om. C. πόρρωσιν (sic) C. 20. τοῖς om. C. 27. Haec ὅτι ἐγώ εἰμι Κύριος assumpta ex B.C. cf. in Es. 545 d.)

517
τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ [*](Hier. xxiii. 29.) “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ [*](Heb. iv. 12.) “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ [*](c) “ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος [*](Es.xxvii. 12.) “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, [*](d S. Luc. viii. 10. 2 Cor. iii. 15, 14.) “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” [*](Ps. xcviii. 1.) καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον [*](c) ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι [*](2. ὡσπερ C. ὡς Edd. 4. Haec καὶ διικν. —πνεύματος assumpta ex B.C. σώματος pro πνεύματος Β. ut supra 678 d. 778 d. 8. πόρρωσιν C. (ut supra.) 11. τῆς C. τοῦ Edd. διόρυχος C. ῥινοκούρων iid. correxi ex C. 12. τὴν Ἰουδαίαν D. Edd. ἡ et α alt. sunt raanu recentiori in rasuram in C., quasi τῶν Ἰουδαίων prius scriptum fuisset. 13. βλέπωσι B.C. βλέψωσι Edd. ἀκούσωσι C. Edd. ἀκούωσι Β. 17. τινὸς assumptum ex C. 18. ἀνα- κεκράγει C. ἀνακέκραγε Edd. 20. οὔτι C. οὐκέτι iid. 21. εὔηθές C. σύνηθες iid. 22. ἐμποιοῦν C. ποιοῦν iid. μᾶλλον ἠξίου ὁ πνευματοφόρος C. υᾶλλον. ἠξίουν γὰρ ὡς πνευματοφόροι iid. 26. ἐκ C. ἀπὸ iid. 27. τὰ τῶν κεκ. ἀν’. C. τῶν κεκ. ἀν’. τὰ iid. )
518
μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι [*](799 Α. a) νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκο- [*](Rom. xiv. 9.) νομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”

Καὶ ἥξει Κύριος ὁ Θεός μου, κὼ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.

[*](6 7)

ἑ ἐκείνῃ τῇ ἡμέρᾶ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῶ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτήρι’ [*](b) Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τῆς Ἰουδαίας τὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ’ αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ [*](Ps. xcv. 13. 2. Cor. v. 10.) Θεοῦ καὶ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνη.” ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν του βήματος του βήματος τοῦ Χριστοῦ, ἵνα “ κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε [*](c) “ἀγαθὸν εἴτε φαῦλον.’’ ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσι φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Εμμανουὺλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς [*](1 Thess. iv. 17.) αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας “ ἐν νεφέ- “ λαὶς εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα,’’ μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ [*](1. λέγοι C. λέγει Edd. τὸν θάν’. αὐτὸν ἔδει C. αὐτὸν ἔδει τὸν θάν’. ild. 4. μου assumptum ex C. deest in F. Edd. 6. γνωστὴ] + ἐστι B. 7. οὐχὶ B.C. οὐ Edd. (A.V. c.) 10. ἀνάλωσιν C. invito b. 15. γὰρ om. Edd. 17. τοῦ σώματος C. κατ’ ἀξίαν iid. 19. ἰδίων C. ἁγίων iid. 20. που assiimptum ex C. 22. πάντων B.C. τούτων Edd. 24. ἁρπασθέντας C.b. 25. ὑπάντησιν C.b.)

519
πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοῖον [*](d) ’τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν “Ἐκεῖ ἔλαφοι [*](Es. xxxiv. 15, 16.) “ συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- “ ἦλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ “ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα “ αὐτοῦ συνήγαγεν αὐτάς.’’ ψάλλει ’δε που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν “Ὅτι οὐκ ἀπώσεται Κύριος [*](Ps. xciii. 14. 15.) “ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- [*](e) “ λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- “ μένοι αὐτῆς πάντες οἱ εὐθεῖς τῆ καρδίᾳ.’’ δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ’ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως.

Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς [*](a 800 Α.) ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῆ̣ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ παγος ἔσται μιαν ημεραν, καὶ η ημερα ἐκείνη γνωστη τῳ Κύριῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, [*](b) ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ τέναγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε [*](2. καὶ deest in Edd. 3. ἴδον C. (Alex.) εἶδον Edd. 6. αὐτός C. (Alex.) αὐτούς B. Edd. (22 al.) που et ἡμῖν assurapta ex C. 7. οὐ. ρανοῦ C. Nik. in ps. xciii. οὐρανῶν Edd, 10. ἐπιστρέψει C. 12. ἐπι- στρέψειν C. ἐπιστρέψαι iid. 14. ἐν] + τοῖς Β. ἐπιτρέψει iid. 17. τίς ἐστιν ἔσται (sic) b. 20. φῶς] + καὶ σκότος D. 23. ἀνίσχει σχεῖ D.b. Edd. C manu recentiori. ἀνέσχε ut vid. C manu prima. 25. ὁ prius om. C. ὁ alt. assumptum ex C.b. 27. καὶ διὰ μὲν — διὰ δέ C.b. σημαίνει δὲ διά Edd. 28. πάγους C.b. Aub. πάγου Β. Pont.)

520
καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον.

Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετασκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς Δημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος [*](Es. lx. 19. e) προφήτης Ἡσαΐας “ Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς “ τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· “ ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.’’ ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ [*](S.Matth. XXIV. 29.) χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “ Εὐθέως δὲ μετὰ “ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ “ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.’’ ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἥμερα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι [*](d) τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς [*](S. Marc. xiii. 32.) ὁ Υἱὸς οὕτω λέγων “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας “ οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ “ Πατὴρ μόνος.” ἧ μὲν γὰρ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ ’δε ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδε που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- [*](e) ἐπάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται [*](3. ἐκεῖνο τοῦ καιροῦ C. καιρὸν τὸν καιρὸν Edd. 4. μεταπλάττει — μετα- σκευάζει C. 5. Δημιουργὸς] + δὲ Edd. invito C. φῶς οὐδὲ νὺξ hoc ordine C. 6. μίαν assumptum ex C. 7. Καὶ assumptum ex C.b. 8. φωτιεῖσαι (sic) b. σοι assumptum ex Β.C. 9. σου b. Edd. σοι C. (26.) 17. δὲ assumptum ex C.D. Statim rasura unius duorumve litt. in C. Forsan δὴ scripsit. τούτῳ D. 18. ἢ τῆς C καὶ Edd. 19. οὔτε —οὔτε C. οὐδὲ — οὐδὲ iid. ἄγγελοι C. οἱ Β. οἱ ἄγγελοι οἱ ἄγγελοι iid. 20. ᾖ—ᾖ] εἰ — εἰ C. 21. ἔσται C 22. πεφηνὼς D. Edd. πέφηνεν ὡς C. 25. καὶ οὐ νὺξ C. Edd. οὐδὲ νὺξ h. (23.) καὶ οὐχ ἡ νὺξ D. In C. suprascripsit manus recens χι, οὐχὶ conficere volens. Forsan et in D., οὐχ ἡ voluit οὐχὶ.)

521
πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ’ οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμίζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν [*](2 S.Pet iii. 10.) ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηφὸν [*](a 801 Α.) παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς [*](Ib. 13.) οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκᾶν. πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λογισμῶν. εἰ γὰρ ἕσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ’ ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, " ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ [*](Rom. viii. 21) “ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς [*](b) “δόξης τῶν τέκνων τοῦ Θεοῦ.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζών ἕε Ἱερουσαλὴμ, τό ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν ὦι ἐσχάτην, κω ἐν θέρει κα ἑ ἔαρι έσται οὕτως. καὶ ἕσται Κὐριος εἰς βασιλέα ἐπὶ πᾶσαν τ' ν γῆν.

Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ’ [*](c) ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς [*](1. καὶ assiiniptum ex C.b. καταστράψει D.C. [a ult. manu recentiori in rasura C] καταστρέψει b. καταστράψαν Edd, Statim δὲ add. D. ἐπ’ Edd. ante Migne. 3. δὴ assumptmn ex C εἰκότα B.C. οἰκεῖον Edd. 4. τὴν deest in Edd. κατακαήσεσθαι C. 6. ἐνῇ οὐρανοὺς μὲν C. οὐρανοὺς δὲ iid. 8. κατακαήσεσθαι C. κατακαυθήσ. iid. καινοὺς δὲ ἡμᾶς οὐρανοὺς C. οὐρ. δὲ κ. ἡμᾶς iid. 9. καὶ alt. C. prima inanu. D. κατὰ Edd. ad quod manus recentior castigavit C. 12. ἔδει C. Sfl Edd. 14. τῆς φθορᾶς assumpta ex C. 19. ἔαρι] ἔα manu recentiori in rasura C. Forsan ἀέρι prius legebatur. (26, 86, 228.) αερει Alex.] 24. ἀμήρυτον C ἀείδρυτον Edd. Statim Statim ἀνακομισθείη C. )

522
ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀρραβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπ λουτήκαμεν· μετὰ ’δε γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀρραβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως [*](d) τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα.

Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου Δοτὴρ, [*](S. Joan. vii. 38. e) τουτέστιν ὁ Υἰός “Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ “ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ ζ́ωντος.’’ καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελιστὴς [*](Ib. 39.) καὶ καθιστὰς ἐναργές “ τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ “ Πνεύματος, οὗ ἕμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς “ αὐτόν.” ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς.

Ὄτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος [*](802 Α. a) χορηγίας, καὶ οἷαπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμφαίνει φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ καιποὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν [*](3. γε δέ inverso ordine C 6. ἤδη] εἵδη (sic) C. 8. ἄνωθεν B.C. ἄνω Edd. 9. ἐξελεύσεσθαι B.C. ἐξελεύσεται Edd. 10. ἡ θ. γραφὴ τὸν τ. ὅ. ἔφη Θεὸν inverso ordine C. 12. ἐξελεύσεται Edd. 13. ὕδασι habent C prima manu. D. quamvis ὕδατι prius scripsisse videtur C. 17. ζῶντος C. ζωῆς lidd. 19. ἥμελλον C.b. 20. ζωοποιῶν C. 21. ταύτῃτοι] † τῷ C. 23. ἠξιωμένοι Edd. παρακείσεται D. παρεικάζεται C παρατέθειται Edd. 24. χρῆναι B.C. χρῆμα Edd. 28. τὴν piiinum assumptum ex C.)

523
ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι ; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἕθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “ Ὅτι ἐνεπλήσθη ἡ σύμπασα [*](Ea. xi. 9.) “ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι [*](b) “ θαλάσσας " ἔφη ’δε που καὶ ὁ θεσπέσιος Δανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν “ Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ [*](Dan. vii. 2, 3.) “ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν “ τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον “ ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.’ σαφέστερον τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος Δαυεὶδ ἀναμέλπει λέγων “ Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, [*](Ps. ciii. 25, 26.) “ ὧν οὐκ ἐστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ “ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν [*](c) “ αὐτῷ.’’ ποῖον γὰρ εἶναί φαμεν ἐν τῆ αἰσθητῇ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμμασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολλὴν ἀνθρώπων ἔσθ’ ὅτε πληθύν.

Ὅτι τοίνυν ἐν ἄτερ μέτρῳ διανεμηθήσεται παρὰ Θεοῦ ἡ τοῦ Πνεύματος χάρις τοῖς τε ἐξ Ἰσραὴλ πιστεύσασι καὶ τοῖς ἐξ ἐθνῶν, ὑπεμφαίνει λέγων περὶ τοῦ ὕδατος τοῦ [*](d) ζωοποιοῦ, ὡς ἐξελεύσεται τὸ ἥμισυ μὲν εἰς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ’ ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· [*](2. τὰ assumptum ex C.b. 3. οὕτω] καὶ οὕτω Edd. invitis B.C. 4. σύμπασα] -f γῆ Aub. repugnantibus B.C.b. 5. ὡσεὶ C. invito b. καλύψαι b. (41, 109, 147, 302). 8. προαναθρῶν C. προαναφωνῶν Edd. 9. προσέβαλλον C. (Alex.) προσέβαλον Edd. (Vat.) 12. ἀναμέλποι C. 17. τὸν alt. assumpuin ex C. 21. ἐν assumptum ex C.b. 26. τὴν assumptum ex C. 29. τὸ ἥμισυ] τὸ ἓν ἥμισυ C. Statiin νοεῖσθαι C. λέγεσθαι Edd. )

524
πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βούλεσθαι [*](e) τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἕαρι ἕσται οὕτως.

Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ Ἐν ἕαρι, τό Ἐν χειμῶνί φησι τῶν Ἑβραίων ἡ ἔκδοσις. ἕσται δὴ οὖν, φησὶ, κατὰ ταῦτα, καὶ ὡσαύτως ἡ τῶν νοητῶν ὑδάτων χύσις, ἐν χειμῶνί τε καὶ ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν. λυπεῖ δὲ οὐδὲν καὶ [*](803 Α. a) ἀντὶ τοῦ Χειμῶνος τὸ ἕαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἰ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον.

Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερόν τινα συνιέναι τρόπον τὸ περὶ τοῦ νοητοῦ λεγόμενον ὕδατος, ὡς ἐξελεύσεται τὸ ἥμισυ αὐτου εἰς τὴν θαλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔηι h ἔσται οὕτω, τοιαύτην τινὰ τοῦ προκειμένου περίνοιαν κἰςδέξεται. θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠῶ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς πρόσωπον γὰρ οἱονεί πὼς καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἕαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά. οὕτω γὰρ καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰ [*](3. ἐννεμηθήσσεται C. 5. ἐστὶν b. 6. εἰδεῖν C. γε assumptum ex C. 7. ἔαρι] ἔα manu recentiori in rasura (ut supra) C. 8. ἔαρι D. Edd. α mauu receiitiori ερι C τό] τῷ (sic) C. 9. ταῦτα C. τὰ αὐτὰ Edd. 12. κατὰ om. C. 13. μετοχῇ C. μεταιχμίῳ Edd. 14. ἀπονέμοι B.C. ἀπονέμῃ Edd. (5. εἰκότως C, 16. τινα assumptum ex C. 19. καὶ ἐν θέρει καὶ ἐν ἕαρι] καὶ ἐν ἀέρι καὶ ἐν θέρει C. 22. τῆς om. C. 23. ταῖς oin. C. Statirn τῆς assuinptum ex B.C. 25. θερμὰ] θερινὰ Nik. in ps. Ixxiii. 26. νότεια C. οὐ assumptum ex C. 27. καὶ alt. assumptiim ex B.C.)

525
τέσσαρα τῆς ὑπ᾿ οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν “ Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά” καὶ πάλιν [*](c Ps. ixxiii. 17. Ps. lxxxviii. 13.) “ Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἕκτισας.” ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ χάριτι εἵς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βορρᾶν. ἐμπλησθήσεται γὰρ ἡ ὑπ᾿ οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε Καὶ ἔσται Κύριος εἰς βασιλεα ἐπὶ πασαν τὴν γῆν. ὐπ᾿ αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργημένων [*](d) εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ [*](Eph. vi. 12.) ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ᾿ ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σαταυᾶ καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕσται Κύριος εἶς καὶ τὸ ὅνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν ὦι γῆν καὶ τὴν ἕρημον ἀπὸ γαβὲλ ἕως ῾Ρεμμὼν κατὰ νότον Ἱερουσαλήμ. ῾Ραμὰ δὲ ἐμ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, καὶ [*](e) ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως του πύργου Ἀναμεὴλ, ἕως τῶι ὑποληνίων του βασιλέως· κατοικύσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἕσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἱερουσαλήμ πεποιθότως.

Ἀσαφὴς ἀεί πὼς ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ [*](1. σημάναι C. σημαῖναι Nik. σημῆναι Edd. ἀναφωνεῖ Nik. 2. ἐποίησας C. Nik. ἔπλασας Edd. (13. al.) Statim αὐτά om. Nik. (Vat.) 4. φησὶ B.C. φημὶ Edd. ζὸν (sic) C. 6. ηώ C. 7. αέρι C manu prima. τὸν et εἰς alt. om. C. 10. καὶ assumptum ex C. 17. κυκλοῦν B.C. (Alex. XII.) κυκλῶν Edd. (Vat. ℵ). Statim πᾶσαν deest in F. Edd. Γαβὲλ C. (XII. 49, 198, 233) γαβαὰ Β, (22. al.) γαβὰ F. Edd. γαβὲ (Vat.) vide bis infra. καὶ ἕως Β. (22. al.) 18. ῾Ρεμνὼν F. Edd. 19. ἕως] + τοῦ τόπου Edd. (Vat. ℵ) invito C. (Alex. XII.) cf. infra. κοὶ assumptum ex C. (36, 49). 20. τῶν πυλῶν Β. cf. infra. Ἀναμουὴλ F. Edd. 21. καὶ κατοικήσ. Β. (36. al.) 22. οὐκ ἔσται ἀνάθεμα hoc ordine C. (Alex. XII.) cf. infra.)

526
τοῦτο, οἶμαι, σοφῶς διοικουμένου Θεοῦ, ἵνα μὴ προκέοιτο [*](S.Matth. vii. 6) τὰ ἅγια τοῖς κυσὶ· μήτε μὴν πάρα τοῖς ὕων πόσιν ἀτημελῶς [*](804 A. a) ἐρριμμένος, ὁ πολυτίμητος ἀληθῶς περιυβρίζοιτο μαργαρίτης. πλὴν ἀποκαλύπτει χριστὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὴν γνῶσιν, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις καθίστησιν ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ’ ἡμᾶς εἰς καινότητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς [*](b) τὸ ἄμεινον ἢ πρὶν, ἕσται κύριος εῖς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἕσται Κύριος εῖς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ. ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὐπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτεστιν σαταμὰς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρακεκομίσμεθα, [*](S.Matth. xxiii. 17.) καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ [*](c) διὰ Χριστοῦ, πλὴν παρωχηκότος καὶ εἰς πέρας ἤδη κατάραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἶς ἕσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ’ αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν. Κύριος δὲ καὶ ἑτέρως εῖς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης [*](1. σαφῶς D, et ut videtur C prima manu. Quo tempore per rasuram σοφῶς fit, nescio. 2. ὑῶν C. συῶν Edd. 3. πολυτίμητος C. πολύτιμος Edd. 6. ὡς alt. assuinptum ex C. 7. σῶμα τῶν Β. Edd. σωμάτων C. 9. μετατεθημενων C. 10. ἀνεστοιχειωμένης Β. Edd. ἀναστοιχ. C. —21. Haec καὶ κεκλήμεθα μὲν —διὰ Χριστοῦ accesserunt ex C.D. [partim in b.] In C autem verbum primura litt. fere trium. (forsan καὶ) erasum est, cujus loco γὰρ supra εἰς manu recenti suprascriptum. 21. πέρας B.C. πέραν Edd. κατάραντος C. ἥκοντος iid. 23. C.b. ἐξῃρ. Edd. τεθημένων C, Statim τε C.b. δὲ Edd. 24. πόδα C. invito b. 25. ἐπ’ αὐτῷ C.b. ἀπ’ αὐτοῦ iid. 26. εἷς ἔσται hoc ordine b. Edd. invcrso ordine C. ὁπόσης C.b. μὲν πάσης Edd. iStatim τῆς add. C. invito b.)
527
ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ πάντων κράτος ἀνατιθείσης τῆς ὑπ’ οὐρανόν. ἔφη ’δε τι τοιοῦτον καὶ ὁ σοφώτατος Δανιήλ. ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν “Ὅν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη [*](d Dan. ii. 45.) “ λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, “ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας “ ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ άληθινὸν “ τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.”

Οὐκοῦν εἷς ἕσται καὶ μόνος, καὶ πληρώσει τῆς ἑαυτοῦ δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερουσαλὴμ, ἧς τὸ εὖρός τε καὶ μῆκος ὡς ἐν τύπῳ πάλιν τῇ ἐπιγείῳ δείκνυσιν Ιερουσαλὴμ, φάσκων ὅτι κατευρυνθήσεται μὲν ἀπὸ γαβὲλ ἕως Ῥεμμών. καὶ ἔστι μὲν ἡ γαβελ ἤτοι γαβὲ κώμη καὶ κλῆρος τῆς φυλῆς Βενιαμίν· κεῖσθαι δέ φασιν αὐτὴν ἐν μέρεσιν τοῖς βορειοτέροις τῆς Ἱερουσαλἠμ. Ῥεμμὼν δὲ δὴ αὖ πέτρα τίς ἐστι, κατὰ τὴν νοτίαν ἔρημον. οὐκοῦν τὸ μὲν εὖρος τῆς Ἱερουσαλὴμ, ἀπὸ γαβὲλ ἕως Ῥεμμών. [*](e) ὁρίζεται δὲ καὶ τὸ μῆκος οὕτω λέγων Ἀπὸ τῆς πύλης Βενιαμὲν ἕως τῆς πύλης τῆς πρώτης ἕως τῶν πύλων τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. πύλη δὲ ἢ πρώτη καὶ μὴν καὶ πύλη γωνιῶν· οὕτω τινὲς ἦσαν κατὰ Ἱερουσαλὴμ ὠνομασμέναι· καὶ πύργος δὲ ἦν ἀνάμεσον Ἀναμεὴλ καλούμενος, μεθ’ ὃν εὐθὺς καὶ τὰ ὑπολήνια τοῦ βόιτιλiως· τόποι δὲ οὗτοι τῆς Ἱερουσαλὴμ [*](a 805 Α.) τὸ μῆκος ὡς ἐν τύπῳ κατασημαίνοντες. ὥσπερ γὰρ ἐκέλευε τῷ μακαρίῳ προφήτη Ἰεζεκιὴλ ὁ τῶν ὅλων Θεὸς ἀναμετρεῖν [*](Ezek. xl.) καλάμῳ τὸν οἶκον, τῇδε τε κἀκεῖσε διάττοντα, ὑπεμφαίνων, [*](4. ἵδες C. (Alex.) εἶδες Edd. (Vat.) 5. Χειρῶν C. χειρὸς Edd. (45). 6. τὸν ἄργυρον om. B. 11. τε assumpta ex C.b. 12 –15. φάσκων — ἱερουσαλήμ assumpta ex B.C.D. 13. γαβὲλ prius C.D. γαβαὰ Β. iit supra. Statim ἕως Ῥεμμών ρεμβων hic ex rasura Cod.] καὶ ἔστι μὲν ἡ γαβὲλ ἤτοι γαβὲ κώμη C. ἦν δὲ γαβὲλ κώμη D. ἐστὶ δὲ ἡ γαβὰ (sic) κώμη Β. 1 6. αὖ assumptum ex C. νοτειαν C. 17. γαβὲλ D. γαβὲ C. γαβὰ Edd. 19. ἕως τῶν πυλῶν om. C. 20. Ἀναμαὴλ (hic) C. (97, 228, 310) sed non infra C. 21. ἡ assumptum ex C. 22. κατὰ] + τὴν C. ὄνομ’. C. 23. accessit ex C. 27. τε oin. C κἀκεῖσε C. κἀκεῖ Edd.)

528
[*](S. Joan. xiv. 2.) ὅτι πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, μυρία τε ὅσα τὰ τῶν ἁγίων ἐνδιαιτήματα· οὕτω μοι κἀνθάδε δοκεῖ διὰ τόπων ἐμφανῶν εὖρός τε καὶ μῆκος καταγράφειν ἡμῖν τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ, [*](Es. liv. 2,3. b) πρὸς ἢν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἀνεφώνει λέγων " Πλά- “τυνον τον τόπον τῆς σκήνης σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς “ πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ “ ἀριστερὰ ἐκπέτασον ” κατευρυνθεῖσαν δὴ οὖν τὴν ἁγίαν πόλιν, καὶ εἰς μῆκος τὸ αὐτῇ πρέπον ἐκτεινομένην, κατοικήσουσιν οἱ ἅγιοι, καὶ οὐκ ἕσται φησὶν ἀνάθεμα ἔτι, τουτέστι, κατ’ οὐδένα τρόπον ἀλλοτριωθήσεται Θεοῦ· βεβαίαν γὰρ αὐτῇ χαριεῖται τὴν ἀγάπησιν· καὶ οὐκ ἂν ἐμπέσοιεν ἔτι πρὸς [*](c) τὸ προσκρούειν Θεῷ, ἀνῃρημένης, ὡς ἔφην, τῆς ἁμαρτίας [*](Ib. xxxv. 9.) εἰς τὸ παντελὲς, καὶ τοῦ πειράζοντος σατανᾶ. “ Οὐ γὰρ " ἔσται ἐκεῖ λέων, ἀλλ’ οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν “ οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ.” κατοικήσουσι τοιγαροῦν πεποιθότως. Ἐπειδὴ δὲ τέθειται μεταξύ Ῥαμὰ γε ἐπὶ τόπου μενεῖ, πάλιν ἐκεῖνό φαμεν, τὰς τῶν προκειμένων ἐννοίας, ὡς ἕνι, διερμηνεύοντες. Ῥαμὰ πολίχνη τίς ἐστιν, ἤτοι κώμη, κλῆρος δὲ τοῖς ἐκ φυλῆς Ἀσήρ· καὶ ἑτέρα δὲ πρὸς ταύτῃ Ῥαμὰ τῶν ἐκ φυλῆς Νεφθαλείμ. διαμέμνηται δὲ καὶ Προφήτης [*](d) ἅγιος ἢ τούτων μιᾶς, ἤγουν ἑτέρας Ῥαμᾶς. ἔφη γὰρ ὅτι [*](Hier. xxxviii. 15.) “ Φωνὴ ἐν Ραμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρ- “μός· Ῥαχηλ ἀποκλαιομένης ἔπι τοῖς υἱοῖς αυτης, καὶ οὐκ “ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.” τοιοῦτον πεπράχθαι [*](1. Πατρὶ C.b. Θεῷ Edd. τὰ assumptum ex C.b. 2. κἀνθάδε D. Edd. κἀνταῦθα C. 3. ἐμφανῶν C. ὑπεμφαίνων Β. ὑπεμφαίνειν Edd. μῆκος] + καὶ Kdd. invitis B.C. —5 τῆς νοητῆς— τῆς Ἐκκλησίας Χ. πρὸς ἢν C. τὴν νοητὴν — τὴν Ἐκκλησίαν Χ. πρὸς ὃν Edd. 6. αὐλέων C. 10. αὐτῇ C. ταύτῃ iid. 13. ἐμπέσοιεν C. ἐκπέσ. iid. 16. ἀλλ’ assumptum ex C. 17. οὐδὲ C. οὐδ’ οὐ Edd. (24, 41). 18. τοιγαροῦν C. γὰρ Edd. Statim πεποιθότες C. 19. ἐπὶ] + τοῦ C. (22. al.) 22. Assumpta δὲ alt. ex C, Ῥαμὰ ex B.C. 23. Νεφθαλίμ C. 24. Ῥαμᾶς C. Ραμά Edd. 25. ὀδυρμός] -f πολύς Edd. invito C. 26. ἀποκλαιομένης C. (Alex. Frid.-Aug.) ἀποκλαιομένη Edd. (Vat.) 27. τοιοῦτον C. τοῦτο Edd.)
529
φαμὲν κατὰ τὴν Βηθλεὲμ, Ἡρώδου προστεταχότος τὰ ἐν [*](S.Matth. ii. 16-18.) αὐτῇ φονεύεσθαι βρέφη. Ῥαμα τοίνυν ὀνομάζει τὴν Ἱερουσαλὴμ, διά τοι τὸ ἐν αὐτῇ πολὺν γενέσθαι τὸν ἐπὶ τῇ ἁλώσει θρῆνον. εἰσκεκόμικε γοῦν αὐτὴν ὁ προφήτης Ἱερεμάς μονονουχὶ δακρυρροοῦσάν τε καὶ τοῖς ἰδίοις ἀπολωλόσιν ἐπ[οιμώζουσαν [*](e) τέκνοις. ἔφη γάρ ὅτι “ κλαίουσα ἔκλαυσε νυκτὶ, [*](Threni i. 2.) “ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. καὶ τίς ὁ θρῆνος; “ Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν [*](Ib. ii. 21.) “ ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν “ ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.”

Εἰ δὲ δή τις βούλοιτο κατὰ τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας, τεθεῖσθαι τὴν κλῆσιν, Ῥαμά τε αὐτὴν ὠνομάσθαι νυνὶ, φαμὲν ὅτι καὶ μάλα ὀρθῶς ὁ λόγος ἕχει. πολλοὶ γὰρ οἱ κλαίοντες ἐν ἐκκλησίαις, καὶ τὴν “ κατὰ Θεὸν [*](a 806 A. 2 Cor. vii. 10.) ἔχοντες λύπην, ἥτις μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον “ κατεργάζεται.” ἀποδέχεται δὲ τοὺς τοιούτους καὶ αὐτὸς ὁ Χριστὸς οὕτω λέγων “ Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι [*](S.Matth. v. 4. S. Luc. vi. 21.) " αὐτοὶ παρακληθήσονται.” καὶ πάλιν “Μακάριοι οἱ κλαίοντες “ νῦν, ὅτι γελάσετε.” οὐκοῦν κἂν εἰ λέγοιτο ‘Ραμὰ διὰ τῆς τοῦ Προφάτου φωνῆς ἡ Ἐκκλησία, φορέσει καὶ οὕτω τὸ πιθανὸν ὁ λόγος. πλὴν ἐπὶ τόπου φησὶ μενεῖ, τουτέστιν οὐ σαλευθήσεται. ἐρήρεισται γὰρ, ὡς ἔφην, καὶ ἔστιν ἀκλόνητος ἡ Ἐκκλησία Κριστοῦ.

[*](b)

Καὶ αὕτη ἕσται ἡ πρῶσις ἥν κόψει κόψει Κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐΜ Ἱερουσαλήμ· τακήσονται ἁ σάρκες αὐτῶι ἐστηκότων αὐτῶι ἐμ τοὺς πόδας αὐτῶ, καὶ οἱ ὁρτὸν [*](3. assumptum ex C.b. 4. γοῦν C. γὰρ Edd. 5. δακρυρροοῦσάν C. δακρύουσάν iid. 6. ἕκλαυσε C. ἔκλαιε iid. 10. ἐμαγήρευσας C. II, κατὰ C.b. κἀπὶ Edd. 13. ὀνομᾶσθαι C. 16. δὲ assumptum ex B.C. 17. νῦν assumptum ex C. 19. ὅτι] + αὐτοὶ Edd. invitis B.C. Statim γελάσετε C. γελάσονται Β. Edd. 21. ἐπὶ] + τοῦ b. cf. supra. τοῦ non addit hic C. 22. ἐρείρισται (sic) C. )

530
θαλμοὶ αὐτῶ ἐκρθήσονται ἐκ τῶι ὀπῶν αὐτῶι, κω ἡ Γλώσσα αὐτῶι τακήσεται ἐν τῶ στόματι αὐτῶν.

[*](S. Joan. xvi. 33.)

Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, τοῖς εἰς αὐτὸν πιστεύσασι [*](c) προσπεφώνηκεν ὁ Χριστός· πλὴν εὐθαρσεστέρους ἀποτελεῖ, χρησίμως ἐπενεγκών “ Ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν [*](S. Luc. x. 19) “ κόσμον. “ Δέδωκα γὰρ ὑμῖν πατεῖν ἐπάνω ὄφεων “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.” τίνες οὖν οἱ σκορπίοι καὶ τίνες οἱ ὄφεις, ἢ δηλονότι τὰ μυσαρά τε καὶ μιαιφόνα τάγματα τῶν ἀλιτηρίων δαιμόνων, καὶ τῶν διωκόντων ἁγίους, οἳ καὶ γεγόνασιν ὑπουργοὶ τῆς ἀκράτου μανίας τῶν ἐν κόσμῳ πνευμάτων, ἃ καὶ τόδε τὸ σύμπαν περινοστεῖ, πολυτρόπως τοῖς ἁγίοις ἐπιβουλεύοντα, καίτοι [*](Coi. ii. 14, 15. d) τεθριαμβευμένα διὰ ριστοῦ προσηλώσαντος τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, ἵνα τῆς ἐκείνων ἡμᾶς ἀπαλλάξῃ πλεονεξίας;

[*](Supra ver. 11. 1 Tim. iii. 15.)