In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προφητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν [*](d) ἐσπουδασμένως ἔλεον τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἃν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βούλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ῄρημέ– νοῦς χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός “Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·’’ καὶ μὴν καὶ [*](S. Matth. vi. 14. Ib. 12,13.) προσευχομένους ἐδίδαξε λέγειν “ Ἄφες ἡμῖν τὰ ὀφειλήματα “ ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ [*](e) “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι’ ἡμᾶς ἀπὸ “τοῦ πονηροῦ.’’ ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, “Ὁδοὶ δὲ μνησικάκων εἰς θά- [*](Pron. xii. 28) “νατον,’’ κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἃν ἐνδοιάσειέ [*](Rom. xiii. 10.) τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης.
Καὶ ἠπείθησαν τοῦ προσέχειν, κω δωκαν νῶτον παραφρονοῦντα, [*](1. τῷ ἀδελφῷ B.D. (22. al.) τοῦ ἀδελφοῦ C. Edd. μνησικακεῖτε Β. (22. 4. λοιπὸν assurriptum ex C. 7. τε prius C. γε Edd. προφητικῶν κηρυγμάτων C. προφητῶν Edd. 12, κατηχθεμένοις iid. 13. εἴπερ C. 14. τὰ αὐτοῦ C. ταῦτα Edd. 16. ἀφίετε C. ἄφετε Β. Migne. ἀφῆτε Edd. 18. ἀφήκαμεν C. ἀφίεμεν D. Edd. καὶ μὴ—τοῦ πονηροῦ assumpta ex C.D. 22-26. Haec ὅτι δὲ — ἐργάτης accesserunt ex C.D. 23. ἡ om. D. VOL. II. 3 C S.Matth. )