In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ίερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακότων. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ’ ἵν οὕτως εἴπωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ’ ἂν τρόπον τοῖς παρ’ ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων d ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φηαὶν, οὐ νενηστευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τριβαῖς, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀποπεραίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, [*](1. πίνητε C. ΙΙ.) εἰσὶν accessit ex C. (ℵ Alex. XII.) ante οἱ λ. transp. (23. al,) 2. χειρὶ B.C. (23. al.) χερσὶν Edd. 3. αὐτῆς κυκλόθεν hoc ordine B.C. (ℵ ΧΙΙ.) inverso ordine Edd. (Vat.) 5. εἴροντο 6. Haec εἶτα—προφητῶν desunt in Edd. invitis B.C.D. 7. γε B.C. δὲ Edd. 8. τὰλιτὰ Β. 9. σοφῶς C. σαφῶς Edd. 11. περισκεπὲς Edd. 15. λίθοις τε καὶ ξύλοις hoc ordine C. 16. δ’ ἀν’ τρόπον — ἐφήδοιτο C. δὲ τρ. —ἐφήδοιτ’ ἂν Edd. Statim ὁ om. C. 18. οἴεσθαι C. πάντα Edd. inv. B.C. 20. νομικὸν pro κομμὸν iid. 21, τοῦτο accessit ex C. διατετελεύκατε Edd. ante Migne. 23. οὐδὲ ἕτερόν C, οὐδ’ ἕτερόν B. οὐδέτερόν Edd. τῶν ἐν σ. καὶ τρίβαις ἤτοι accesserunt ex C.D. 24. κατὰ] + τὸν Edd. invitis C.D. 25. ἁλοῖεν ἄν] ἀλληφήσειεν ἆν (sic) C. ἁλ, ἂν habet D.)

376
καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δεδέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ’ [*](e) οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἠν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδ(??)ῇ. ἔφη μὲν γὰρ [*](Joel. i. 13, 14.) ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ [*](712 Α. a) ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ’ ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, [*](b) καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν.

[*](8 9)

Καὶ ἐφένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγωι Τάδε λέγει Κύριος παντοκράτωρ κρῖνα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἔκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, [*](1—3. Haec οὐκοῦν—φαγεῖν assumpta ex B.C.D. 3. φαγεῖν φησι ordine Β. φησι om. D. 7. εὐθύνουσα Edd. ante Migne. περιεχομένη Edd. invitis B.C. 9. ἐν alt. assumptum ex C. 10. δὴ πρέπει C.D. δεῖ πρεσβυτέρους Edd. 11. τούτοις D. Edd. τούτῳ C. 14. καταθρηνεῖτε C. νεὼν C. ναὸν Edd. 18. ἐπιστόζεσθε Edd. invitis B.C. 21. δὲ ἐγνωκότας pro διεγν. iid. νόμῳ C. νομοθέτῃ iid. 23. κρίνατε B.C. (Alex. XII.) κρίνετε Edd. (Vat.) 24. πρὸς deest in Edd. πρὸς τὸν πλήσιον αὐτοῦ F. (22. al.) cf. supra 266 b. 25, καταδυναστεύσητε B.C. (XII.) καταδυναστεύετε Edd.)

377
καὶ κακίαν ἕκαστος τῶ̣ ἀδελφῷ αὐτοῦ μὴ μνησικακεὶτω ἐν [*](e) ταῖς καρδίαις ὐμῶν.