In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Χρῆναι δέ φημι ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τοὺς ἐν Χριστῷ λελυτρωμένους ζῆν μὲν ἐθέλειν οὐκ ἀπερισκέπτως ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “ καὶ τῆς [*](a 498 Α.) σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας, καταωεανιευεσθαι [*](Rom. xiii. 14.) ἕσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἰερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον.

Διότι ἐκτινάσσοντες ἐξετινάξαν αὐτοὺς καὶ τά καὶ τὰ κλήματα αὐτῶν. [*](b) διέφθειραν ὤλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἂνδρας δυνατούς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐὺ ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἑ ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἃρματα καὶ συμπλακπσονται ἐν ταῖς πλατείαις· ἡ ὃρασις αὐτῶ ὡς λαμπάδες πυρός καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.

[*](1. τοῦ prius assumptum ex D. inv. b. 3. ἀνήσει] ἀνέσει Edd. 4. ἐτέρους accessit ex B.D. οὕτως· ἀπέστρεψε D. οὕτως ἀπεστράφθαι Edd. 5. τοῦ assumptum ex D. ἀποστρέφεται et ἡ om. D. 6. ἔφημεν D. ἔφην Edd. 7. τὰ ἐκ — βλαβη B.D. ἐκ — βλάβην Edd. 8. ἔγωγέ φημι inverso ordine D. 10. Haec τῷ Θεῷ accesserunt ex D. desunt in B. 13. πρόνοιαν μὴ ποιεῖσθαι inverso ordine D. ἐπιθυμίας B.D. ἐπιθυμίαν Edd. 14. καὶ priiis om. D. 15. τε assumptum ex D. 16. Θεῷ om. D. θυσίας πνευματικὰς et ἀποσεισ. τὸν ζυγὸν inverso ordine D. 19, οὕτων διέφθειραν.] Sic interpunxerunt B.D. sed cf. infra. 21. ἐμπαίζοντας] ἐμπυρίζοντες D. 2. αὐτοῦ B.D. Pont. (A.V. ℵ) αὐτῶν F. Aub. (23. al.))
40
[*](c)

Ἐνηχοῦντος μὲν τοῖς ἁγίοις προφήταις τὰ κατὰ καιροὺς ἐσόμενα τοῦ πάντα εἰδότος Θεοῦ, προαπήγγελλον ἀναγκαίως κατὰ τὸ αὐτῷ δοκοῦν. ἐγίνοντο δὲ πλειστάκις καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων ὁράσεσι. τοιγάρτοι καταπεπλήγασι καὶ μονονουχὶ πληρούμενα βλέποντες, τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νιευΐ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλὴματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις [*](d) εἰωθότος. ἐκτινιίσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥᾶγας ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἣ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλημα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὃπλα γὰρ ἔσθ’ ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, e καὶ τὰς ἐφ’ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους, οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ.

Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶι, καὶ φεύξονται ἡμέρας [*](1. ἁγίοις] + ἀποστόλοις ἤγουν Β. Edd. invito D. 2. ἐσόμενα κατὰ καιροὺς et δοκοῦν αὐτῷ inverso ordine D. 4. ταῖς πεπονθέναι ex B.D. Statiin ὀρός. τῶν πρᾶγμ’. inverso ordine D. 6. πεπονθέναι δοκᾶ inv. ordine D. Statim ἐπί γε Edd. invitis B.D. 8. Assumpta καὶ prius ex D. τὰ ex B.D. 10. εἴωθ’. ταῖς ἀμπ. et ἀποπτύει τὰς ῥᾶγας inveiso ordine D. 11, ῥαγδαίου D. 12. συμβαινούσης] συντεινούσης Edd. 18. εἰδότας] εἰδότες iid. ante Migne. 20. συνθραύεσθαι D. συνθραύεσθαι iid. 21. καταθεᾶν Β. καταθεἱν D. καταθλᾶν Edd. Statim αὐτοὺς Migne. πολέμων pro πολεμίων iid. 23. καταφλέγειν D. καὶ φλ. iid. διαττούσας assumptum ex D. 25. μνησθήσ. post αὐτῶν transp. Β. (153.))

41
κοὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ οὐτῶ, καὶ σπεύσουσιν ἐπὶ τὰ [*](a 499 Α.) τείχη, κω ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν.

Καταβρίθοντος τοῦ πολέμου καὶ αὐτοὺς τοῖς ἄλλοις ὁμοῦ τοὺς δυνατωτάτους, εἰς νοῦν δέξονται, φησὶν, ἃ δεδράκασιν ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς [*](b) ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῆ δυσάντητον τὴν καθ’ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενησαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας. ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ’ αὐτῶν ποιήσονται φυλα,κάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν c ὀλοφύρεσθαι καὶ διαρρίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ’ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέροις, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς, κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι [*](1. ἀσθενήσουσιν] ἐξασθενήσουσιν F. 5. ἐκτόπως D. ἐκτόπων 6. ἱέντες] Sic correxi post Migne. ἱέντες D. Edd. 7. παρὰ σφῶν] παρ αὐτῶν D. 9. πολεμίων D. II. δυσάντητον κομιδῇ inv. ordihe D. τὴν assumptum ex D. 16. πανταχῆ D. πανταχοῦ Edd. 17. προσήκοι Β. προσήκει D. Edd. Statim μηδὲ D. μὴ Β. Edd. τοι om. D. 18. μεμεθυσμένους Edd. μεμεθυσμενοι Β. μεθυσκομένους D. 20. πανταχῆ B.D. πανταχοῦ Edd. 22. ἔχοντας πόνον inverso ordine D. 23. καὶ et ὃτι assumpta ex D. δηλοῖ που inv. ord. D. 24. δυσκαταγώνιστοί τε D. καὶ δυσκαταγώνιστοι Edd. δυσκαταγώνιστοι Β. θρασεῖς pro τραχεῖς D. 26. δρᾶν τοῦτο inv. ord. D.)

42
[*](d) παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.

Ἤττηνται δὲ καὶ αἱ πονηραὶ δυνάμεις ὑπὸ τῆς μεγαλειότητος τοῦ Χριστοῦ, καὶ ἀντιπράττειν οὐκ ἔχουσαι τοῖς θείοις αὐτοῦ νεύμασι, τοῖς ὑπὲρ ἡμῶν δηλονότι, κατεκλῶντό τε τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ’ οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἃν διαφύγοι [*](e) ; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος ;

Πόλοι τῶι πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὐτὴ ἀνέβαινε, κω αἱ δοῦλαι αὐτῆς ἢγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἑ καρδίαις αὐτῶν.

Οἱ μὲν οὖν μεγιστᾶνες, φησὶν, ἄπορον εὑρόντες τὴν φυγήν, ἐπὶ τὰ τείχη σπεύσουσι, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. ἔσται δὲ ἀνόνητος ἡ σκέψις αὐτοῖς, ἀνοιγνύντος [*](500 Α. a) Θεοῦ τοῖς δι’ ἐναντίας τὰς τῶν πόλεων πύλαις καὶ τὰ βασίλειαι παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόσταλσιν εἰς διαρπαγήν. ὑπόσταλσιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ’ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν [*](b) Νινευΐ, καὶ τὰς ὑπ’ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας [*](3. ὑπὸ assumptum ex D. 4. ἀντιπράττειν οὐκ ἔχουσαι — νεύμασι D. οὐκ ἒχουσι τοῖς αὐτοῦ θ. ν. ἀντιπράττειν Edd. 5. τε assumptum ex D. Statim τοῖς om. D. 7. σωζόμενοι D. 8. ἐξονήσῃ Edd. ἐξονήσῃ D. ὀνήσοι Β. Statim τόπος e suo correxit Migne. 9. διέπεσον B.D. (153, 233 311) διέπεσεν Edd. (Vat. ℵ) διέπεσαν Alex. XII.] 10. ἀπεκαλύφθη] διεκαλύφθη Β, (153.) αὐτὴ B.D. αὕτη Edd. 13. σπ. ἐπὶ τὰ τείχη inv. ordine D. 14. αὐτοῖς] αὐτῶν Edd. ἀνοιγν.] + τοῦ D. 16. παραδόντος τὰ βᾶσ’. pro τὰ βᾶσ’. παραδιδ. D. τοὺς assumptum ex B.D. 17. ἐγκαλύπτοντός Edd. προτιθέντος] προστιθέντος iid. 19. καλεῖ D. δι’ ἁρπαγῆς pro ἐκ διαρπ. D. 21. ἑλκομένην Β. Statim δὴ pro ἤδη Edd. 22, δὴ D. δὲ iid. 23. ὑπ’ αὐτῇ Β. ὑπ’ αὐτὴν D. ὐπ’ αὐτῆς iid. καὶ ult. assuraptum ex B.D.)

43
ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθεγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερας ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ὲλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ’ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς.

[*](c)

Καὶ Νινευΐ ὡς κολυμβήθρα ὕδατος τά ὕδατα αὐτῆς, καἰ αὐτὼ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. διήρπαςον τὸ ἀργύρω, διήρπαςον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τά σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.

Κσλυμβήθρα τὴν Νινευι παρεικάζει πεπληρωμένη τε καὶ ἐκχεομένῃ, διάτοι τὸ πλείστην ὅσην ἔχειν τὴν ἐνοικοῦσαν [*](d) αὐτῇ πληθὺν, καὶ τῶν ἐπεισχεομένων ἐθνῶν εἰς ἐπικουρίαν τὰ ἀναρίθμητα γένη. κατατέθηπε δὲ ὥσπερ, ἤγουν ἄμεινον ὡσπερ ἐπιτωθάζει, τοῖς φεύγουσιν, ὅτι πλεῖστοί τε ὄντες καὶ ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ’ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων [*](e) τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ [*](1 δι’ αὐτὸ pro διάτοι D. 4. μὲν om. D. δυσαχθὲς Β. Edd. δυσηχὲς D. 5. καρδία] καλιᾷ D. 6. τὸ assumptum ex Β. 8. γε δή et ἐσθ’ ὅτε om. D. lO. ὕδατος] ὑδάτων Edd. (Co.) II. οὐχ ὑπέστησαν F. 13. βεβάρυνται] + γὰρ D. 15. παρεικάζει τὴν Νινευΐ inverso ordine D. Statim ὑπερχεομένη τε καὶ πεπληρωμένῃ pro πεπλ. τε καὶ ἐκχ. D. 17 ἐπεισχεομένων Β. ἐπιχεομένων D. Edd. Statim εἰς ἐπικ. ἐθνῶν inverso ordine D. 18. γένη D. ἔθνη Edd. δὲ assumptum ex B.D. ἄμεινον om. B. Statim ὥσπερ assumptum ex D. 19. γεγονότες pro τε ὄντες D. 20. κατήγοντο pro κατῴχοντο Edd. δειλίας D. δειλίαν Edd. 23. δειλίας D. 24. ἀνανδρίαν pro κακανδρίαν D. )

44
[*](Ps. xxxii. 16) μάχιμον. ἀληθὲς γὰρ ὅτι “Οὐ σώζεται βασιλεὺς διὰ πολ- “λὴν Λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος “αὐτοῦ·” σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διηρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπόστασις· Καὶ οὐκ ἠν περας τοῦ κόσμου αὐτῶν. ἔοικε δὲ καὶ [*](501 A. a) λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ’ αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ’ ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροισιν, καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισμένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμπλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχοντας [*](b) τὰς τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύπας, καὶ τῆ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν.

Διήρπασται δὲ καὶ ὁ σατανᾶς διὰ πρώτου μὲν τοῦ Σωτῆρος Χριστοῦ, εἶτα μετ’ αὐτὸν διὰ τῶν ἁγίων Ἀποστόλων, [*](Ab. ii. 7.) περὶ ὧν ἔφη που καὶ ὁ προφήτης ‘Ιερεμίας “Ὅτι ἐξαίφνης [*](c) “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπί- “βουλοί σου, καὶ ἔση εἰς διαρπαγὴν αὐτοῖς.” εἰσκεκόμικε δὲ καὶ ὡς ἐν εἴδει παραβολῆς τὸ διήγημα Χριστὸς ἐν εὐαγγε- S.Matth. λικοῖς κηρύγμασιν, ἔφη γάρ “Ἢ πῶς δύναταί τις εἰσελθεῖν “εἰς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, [*](3. καὶ λίαν εὐκόλως ante οὓς transp. D. 4. δυνάμεων pro ὅλων D. 5. καὶ assumptum ex D.b. 6. καὶ alt. assumptum ex b. 7. ἐν τούτοις post ὀνομάζειν trunsp. b. om. D. δὴ assumptum ex D.b. 10. ποιεῖσθαι τῶν λίθων inverso ordine D. 11. ἐπείγεσθαι b. Edd. ἐπάγεσθαι B.D. 12. καὶ assumptum ex B.D. Statim περιηνθισμένην Eiid. invitis B.D. b. 15. φυγῆς pro τὴν φυγὴν D. ἀνονήτους D. 16. κοὶ πεπορθημένους D. πορθουμένους Edd. 17 αἰχμαλωσίαις Β. αἰχμαλωσίᾳ D. Edd. 20. σωτῆρος om. D. 22. ἱερεμίας B.D. ἀβακοὺμ Edd. 24. αὐτοῖς] αὐτῶν iid. 25. καὶ om. D. Statim Χριστὸς ante ὡς transp. D. ἐν alt. assumptum ex B.D.)

45
“ἐὰν ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ “σκεύη αὐτοῦ;” οἱ γὰρ προσκυνοῦντες τῷ σατανᾷ, τὰ ἀπόλεκτα σκεύη καὶ τίμια παρ’ αὐτῷ, προσδεδραμήκασι τῇ πίστει, μετατιθέντος αὐτοὺς πρὸς θεοσέβειαν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἀναπειθόντων δὲ καὶ αὐτῶν βαδίζειν εἰς τοῦτο τῶν ἁγίων Ἀποστόλων.

[*](d)

Ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ Καρδίας φραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.

Πᾶν εἶδος συντριβῆς συντριβήσεσθαι λέγει. τὸ γὰρ ἐκτινάσσεσθαί τε καὶ ἀνατινάσσεσθαι καὶ μέντοι καὶ ἐκβράττεσθαι τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ τοῦτο; διαρριπτεῖται [*](e) γὰρ πανταχῆ τὸ τινασσόμενον καὶ ἀνατινασσόμενον. ἕψεσθαι δὲ λέγει καὶ καρδίας φραυσμὸν, Θεοῦ δηλονότι συνθραύοντος εἰς δειλίας, καὶ ὑπόλυσιν γονατων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ἀδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθότων Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διισχυρίζεται Καὶ τὸ πρόσωπον παντων ὡς προσκαυμα χύτροις. καταμελαίνεται [*](a 502 A.) γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος. Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ [*](1. δήσῃ τὸν ἰσχυρὸν hoc ordine D. διαρπάσῃ τὰ σκ. αὐτοῦ D. διαρπάσῃ Edd.) post αὐτοῦ transp. Β. Edd. 2. τὰ om. D. 5. Σωτῆρος Ἰησοῦ χριστοῦ D. Ἰησοῦ suprascriptum manu eadem.) εἰς τοῦτο βαδίζειν inverso ordine D. 7. ἐκβρασμὸς] βρασμὸς Β. (26, 153.) 8. ψυχὴν pro ὀσφὺν D. τὰ πρόσωπα F. (22. al.) 9. ἑκάστου pro πόντων D. πρόκαυμα D. (185,228.) 12. ἂν post ὑπεμφ. transp. Β. 13. πανταχοῦ Edd. καὶ ἀνατ. om. D. 14. καὶ assumptum ex D. 15. δειλίας D. δειλίαν Edd. 16. ἐπὶ τούτοις Om. D. Statim τὰς ἐξ ἀηδιῶν ἀηδῶν D.] B.D. ἐξ ἄρθρων Edd. 17. τούτοις pro τοιούτοις D. 18. καταλυπεῖν εἰωθότων Θεόν D. εἴωθ’. τὸν Θ. καταλ. Edd. εἴωθ’. καταλ. (omittens τὸν Θ.) Β. 20. πόντων πρόσωπον inverso ordine D. πρόκαυμα D. (iit supra.) 21. τὸ φ. τῶν ὀμμάτων inverso ordine D. Statim παρεῖται (sic) D.)

46
καθ’ ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάντως τὰ τοιάδε παθεῖν αὐτούς;

[*](b)

Ποῦ ἔστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα ἐν τοῖς σκύμνοις; οὗ ἐπορευθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ· σκὐμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.

Κατοικητήριον μὲν ὀνομάζει λεόντων τὴν Νινευΐ. κατῳκήκασι γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαίτημα [*](c) καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασιλευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι 1 παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι [*](Supra ver. 1.) ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λεόντων [*](d) κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν σκύμνων; καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ’ αὐτῷ ἐν δόξη, σατράπας δὴ λέγω καὶ στρατηγοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεξευτὰ [*](4. τοιαῦτα D. 5. ἐν assumptum ex B.D. (Alex.) 6. οὗ B.D. (Alex.) cf. infra. ποῦ Edd. (Vat. ℵ) ἐκεῖ· σκύμνος B.D. σκύμνος Alex. XII.] ἐκεῖ σκύμνον Efld. (Vat. ℵ) 7. ὁ om. Edd. 8. ἐπέπνιξε Edd. (68.) ἐνέπλησε F. (XII.) 10. τῶν λ. ὀνομάζει pro ὄνομ’. λ. D. 12. οὐτῇ D. αὐτοὺς Edd. Neutrum habet Β. 13. Φουλὰ λᾶ D.] D. Φούλας Β. Φουὰ Edd. 14. καὶ om. Β. οὗτοι post ἰουδ. transp. D. 16. ἐπιτωθάζοντος Β. ἐπιτωθάζων D. ἐπιτωθάζει Edd. 17. δεικνὺς pro δεικνύοντος D. iid. 19. οὖν om. D. 21. φησὶ om. D. 23. παρ’ αὐτῷ Β. πόρ’ αὐτὸν D. παρ’ αὐτοῦ Edd. δὴ om. D, 24. αὐτὸν pro αὐτὼν iid. ante Migne. Statim ἐπικαλεῖ Edd. )

47
γμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· “Νομαὶ Νομαὶ γὰρ πλουσίων πτωχοὶ, κατὰ τὸ γε. [*](Sir. xiii. 19.) γραμμενον. ὡς ἐξηρημένης δὴ οὑν είσαπαν τῆς Νινευι, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν λεόντων καταλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ [*](e) ἀσφαλὲς οἱονεὶ γέγονε πὼς ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων κότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἠν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῆ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγαλουργίαις εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν καταδῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν ‘Ιερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, διατέτεικε [*](a 503 A.) δὲ οὕτως ἐπ’ ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς τοὺς μὲν ὑφ’ ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τοι ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ απεπνιξε τοῖς λέουσιν αυτου καὶ ἔμπλησε θηρας νοσσιαν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ὰρπαγῆς. πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ [*](b) θῆρες ἁπλῶς τὸ παρεμπῖπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους.

Λέγοιντο δ’ ἂν τὰ τοιάδε πάλιν καὶ ἐπ’ αὐτοῦ τοῦ σατανᾶ, Χριστοῦ κατωλοθρευκότος αὐτόν τε καὶ τὰ αὐτοῦ, καὶ ἐξῃρηκότος αὐτοῦ τὴν θήραν ἐκ γῆς. συνέτριψε γὰρ τῶν λεόντων [*](1. δασμὸν D. δασμοὺς Edd. 5. κατάλυμα] κατοικητήριον D. 6. πὼς γέγ. inv. ord. D. 8. σκύμνος] σκύμνοι Edd. 9. τοῖος] + ἦν D. 10. ἅπασαν κ. τὴν Σαμ. D.b. ἅπ. κ. post Σᾶμ’. transp. Edd. Statim ὁ om. b. 13. μὲν om. D. habet b. 14. εἰλημμένους D. 15. ὑφ’ ἑαυτῷ Β. b. ὑφ’ ἑαυτὸν D. Edd. 16. παραχωρεῖν pro καταπωλεῖν D. 17. ταύτῃτοί] ταύτῃ Edd. invitis B.D.b. 18. φησιν ὅτι D.b. ὁ pro ὅτι Edd. Neutrum habet B. 22. ἁπλῶς accessit ex B. post παρεμπῖπτον transp. D.b. 23. τῷ λοιπὼ ἀποτρέφουσι τοὺς σκύμνους Β. et (omittentes τῷ λοιπῷ) D. b. ἀποστρέφουσι τὸ λοιπὸν τοῖς σκύμνοις Edd. 24. δανείζονται D. 25. Λέγοιντο—πάλιν καὶ ἐπ’ αὐτοῦ] Λέγοιτο δ’ ἂν καὶ ἐπ’ αὐτοῦ ταῦτα D. σατ.] + τοῦ D.)

48
[*](Ps. lvii. 7.) τὰς μύλας, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Τὴν τὴν μύλαν “τῶν τῶν λεόντων συνέθλαψεν ὁ Κύριος.”

Ἴδου ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν [*](c) καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ γῆς τὴν ὥραι σου, κω οὐ μὴ ἀκουσθῇ οὐκ ἔτι τὰ ἔργα σου.

Ἐαυτὸν ἀνθίστησι Θεὸς, καὶ αὐτουργὸς ἀνίσταται, περιτρέπων εἰς ἀπόγνωσιν τῆς σωτηρίας αὐτούς. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ σώζων ἔτι; ἢ τίς ἀποστήσει καταδῃοῦν [*](Es. xiv. 27.) ἐθέλοντα τὸν τῶν δυνάμεων Κύριον; “Τὴν γὰρ “χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι [*](d) τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς ἃς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκε τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῆ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος [*](e) εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι. λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γεγόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθησεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ’ [*](1. τοῦ ψάλλοντος φωνήν hoc ordine B.D. Statim haec τὴν—ὁ Κύριος accesserunt ex Β. 3. παντοκράτωρ] ὁ παντοκράτωρ F. Edd. (Alex. XII.) ὁ om. B.D. (Vat. ℵ) 5. ἐκ] + τῆς Edd. invitis B.D. (62, 106, 153, 310.) 7. ἀνίσταται] ἀνθίστατο Edd. 12. τὸ] τε iid. 14. ἐναύοντες] ἐνάπτοντες iid. 15. τὰς] + μὲν iid. τὰ σμήνη pro τὰς μελίσσας 16. περιπετόμεναι] περιπετώμεναι iid. 17. καὶ] ἐν Ud. ἐπικεκλημ. εἰς ἐπικουρίαν 1). κέκλημ’. (+ ἴσως B.) ἐπικούροις Β, Edd. 19. προσβάλλ. τοῦ π. inverso ordine D. 22. καὶ om. D. 24. θήραν λυτῶν et ἐξολοθρ. φησὶν inverso ordine D.)

49
αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἃν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθήσεσθαι [*](a 504 A.) δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπεφύοντο;

Ἐπεγήγερται δὲ καὶ τοῖς κυριοκτονήσασιν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, ὡς εἰς πάντα μὲν ἄνεμον τὴν τῶν ἀγελαίων [*](Ezecli. v. 10.) κατασκεδασθῆναι πληθὺν, θῆρας δὲ ὥσπερ ὠμοὺς συνδιολέσθαι τοῖς πολλοῖς τοὺς τῶν ἄλλων ἐπιφανεστέρους. οὐ [*](b) φορητῶς γὰρ δεδυσσεβήκασιν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν.

Ὥ πὸλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας.

[*](Κεφ. γ'.)