In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
ΔΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐτέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ [*](S.Matth. x. 20) αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· [*](b) ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἃν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ’ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἃν οὕτω τοῖς ἐντευξομένοις δι’ εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν [*](Codices B.D. 1—3. Sic Β. τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἑρμηνεία εἰς τόν Ἀββακούμ D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀμβακούμ Edd. 4. Sic Β. 5. σοφῶς] σαφῶς D. Edd. 7. οἰκονόμον ἁγιοπρεπῶς Edd. 9. ὑμῶν] + Θεοῦ D. 10. δὴ assumptum ex D. 15. ἴοι] εἴη iid. ἀν’ om. D.)
Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἢν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς Hos. xii. γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λελάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου [*](519 A. a) Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ Hier. ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνομάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω.
Ἕως τίνος, κύριε, κεκράξομαι, καὶ οὐκ εἴσακούσῃ; βοήσομαι πρός σὲ ἀδικοὐμενος, καὶ οὐ σώσεις;
[*](b)Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσδουλεἰαν] [*](1. καὶ μάλα σαφῶς assumpta ex D. τῆς deest in Edd. 2. συνήθη (sic) D. + καὶ B. 3. γε om. D. b. 4. εὐφυῶς accessit ex B.D. b. 5. πᾶσι D. 6. ἀποθεμένοις ζυγὸν D. 8. ἡμῖν om. D, 9. βράχεισυνειλημμένον D. 10. διαλαμβάνοντες ἕκαστα D. 11. Ἀββακοὺμ semper D. 12. ἤτοι] + τὴν Edd. invito D. 13. προγνώσεως] προφητείας D. ἕλοι B, Edd. ἕλοιτο D. b. 14. ἐπλήθ. ante κατὰ tr. D. 15. πρὸς] + τοὺς b. 16. μονονουχὶ om. D. 17. σφῶν καρδίας] καρδίας αὐτοῦ Edd. 18. ἥνωκε, διαπορθμεύσει iid. 20. ἔμπλεων iid. 21. κύριε om. D. sed cf. infra. οὐκ D. cf. infra et in Es. 95 a. οὐ μὴ Edd. (A.V. &c.) 23. Σκέπτεται Edd.)
Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;
[*](d)Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἃν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώτατός φησι Παῦλος “Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς [*](2 cor. xi. 29.) “σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαίοντων,” τὸ συμπαθὲς καὶ Rom. φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσεβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν [*](e) αὐτῶ κατεσκευακότα τὸ παθεῖν, ἀλλ’ ὡς τοῖς δεδρακόσι [*](1. δύσοιστον ὑπομένοντος D. 2. τε assumptum ex D. 3. μὲν assumptum ex D. 7. ὡς φορητὴν D. οἰστὴν Edd. 10. γὰρ] + ὁ προφήτης D, ἀνεξικακοῦντος καταβοᾷ inverso ordine D. Θεοῦ et αὐτῶν om. D. II. μέτρου D. λόγου Β. μέτρον Edd. 12. φησὶ τίνος inv. ord. Β. Κύριε assumptum ex D. 14. παρανομεῖν ἐθέλουσι D. 18. ὀνομάζουσι πόνους hoc ordine D. φησι καὶ π. ὁ σοφώτατος inverso ordine Edd. invito D. 21. καὶ prius om. D. 23. τε om. D. δ’ D. παρανομουμένων D. Edd. ἀδικουμένων Β. 25. αὐτῷ αὐτῷ D. αὐτοῖς κατεσκ. Β. κατ’. αὐτῶ Edd,)
Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτἠς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νὁμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ b ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.
Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἅγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, μένους, καὶ λαῶν προεστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους c δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι Deut. 1. λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ εστι. μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν [*](1. Haec καὶ ἐν μακροῖς οὕτω χρόνοις accesserunt ex B.D. 3. ὄντως Edd. καὶ om. B. 5. ἀμέλει om. D. φησὶ λάβε inverso ordine D. Edd. 7. κρεῖττον] καλὸν D. 9. ἐθέλουσι ζῆν ἁγίως inv. ordine D. 12, ἐξενάντιον D. 13. ὁ assumptum ex B.D. (Alex. XII suprascr.) 17. τε om. D. φιλοδίκαιός τε Edd. 19. ἄνω D. 20. δικαζόντων 1). δοκιμαζόντων Β. Edd. τετ. ἀξίωμα inv. ord. 1). 21. ἐναργῶς] σαφῶς Edd. 23. τοῦ Θεοῦ ἡ κρίσις D. 25. σοφὸς ὁ] ὁ σοφὸς καὶ D.)
Τὸ ἐκεῖ νοήσεις ἀντὶ τοῦ τηνικάδε, κατὰ χρόνον γὰρ καὶ οὐ τοπικῶς τὴν λέξιν ἀποδεξόμεθα. εἰ γὰρ δὴ καὶ ταῦτα γένοιτό φησι, καὶ πλίνθους ἐργάσῃ, δαπανηθήσῃ καὶ οὕτως [*](1. γὰρ D. δὲ Edd. 2. πολλαχοῦ iid. invitis B.D. 4. κατακρά- τησον] καὶ κατακρ. Edd. (Vat.) καὶ om. B.D. (Alex.) 6. προτρέποι Β. προτρέπῃ ῃ ex corr.) D. προτρέπει Edd. τοιάδε] + ὁ iid. τὰ alt. assumptum ex D. 7. σκέψιν 1). σκῆψιν Edd. ἐπειδὴ pro καθάπερ (sic) D. 8. σπούδασμα πᾶν D. τὸ σπ. Edd. 9. ἢ om. D. ἢ pro ἤγουν D. 10. τινὸς om. D. πλίνθους] + γὰρ Edd. 12. ἕλοι τὸ D. ἔχοιντο iid. 13. φησιν post ἀχύροις transp. D. 14. δὴ] δὲ B. 15. καθὰ δὴ pro καθάπερ ἀμελει D. αὐτή] αὐτῇ D. καὶ alt. assumptum ex B.D. 16. εὔκολος εὐάλωτος D. 19. καταφάγεταί alt.] καὶ φάγεταί D. καὶ καταφ. Alex.l 22. ἀποδεξόμεθα D. δεξόμεθα Β. ἀποδεχόμεθα Edd. 23 φησι om. D.)
Ἐπλήθυνας τὸς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔτω τὸ τόπον αὐτῆς.
Ἐμπορίας ἔοικεν ἐνθάδε δηλοῦν οὐχὶ τὰς διὰ χρημάτων, τὰς ἐπὶ λήμμασι καὶ πλεονασμοῖς, τὰς γεγενημένας δὲ μᾶλλον [*](b) ἐπὶ τῆ τῶν ἐθνῶν ἀθροίσει καὶ συγκομιδῇ. κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπ’ ὄλου μένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύι·. ἀλλ’ εἰ καὶ συνήχθησαν, φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς c τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκε τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ [*](1. ἀπὸ πυρὸς] ἀπόπυρος Edd. σε et σὴν desunt in Edd. καὶ ἐν ἀκρίδος τάξει ante σε τε transp. D. 2. πολέμιος D. πόλεμος iid. 3. βαρυνθείς] ὁ βαρυνθείς iid. invito D. 4. ὡς pro ὄτι D. 5. ὁ βροῦχος εἰς πτῆσιν hoc ordine B.D. πτήσεις Β. Statim καταδεδυμένων Β. αὐτῷ] αὐτοῦ D. 7. ἀπὸ] ὑπὸ Edd. 8. τὰ om. Edd. 9. ἐξεπέτασεν D. ἐξήλλατο D. ἀτέλαβος Β. 10. ἐν ἡμέραις [XII.] πάγου B.D. (Alex.) ἐν ἡμέρᾳ πάγους Edd. (Vat. ℵ) 11. 11. ἀφήλλατο D. 12. χρημάτων] + καὶ Edd. invitis B.D. 15. μονονουχὶ ante τοὺς τεθν. transp. D. 19. παρεικάζ. τῇ τῶν ὁ. πλ. inverso ordine D. 21. ἀποδραμοῦνται D. ἀπολοῦνται Edd. ὡς alt. assumptum ex D. 22. τοῦτο] τουτὶ iid. invitis B.D. 25. παρῃρ. τὴν πτῆσιν inverso ordine D.)
Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεύς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἠν ὁ ἐκδεχόμενος.
ταλανίζει τοὺς ὄχλους, ὡς κακανδρίας εἰς τοῦτο καὶ δειμάτων ἐλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι [*](e) τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν [*](514 A. a) δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ βασιλέως Ἀσσυριου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῆρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, [*](1. αὐτοῖς om. D. ἐνιέντος] ἀνιέντος D. τάχα pro ταχεῖαν Edd. 2. ἔσονταί φησιν inv. ordine D. –6. ἀγαθὸν—φωνήν om. Β. Β. ἀτρεκὲς D. ἀτρεκὴς ὁ λόγος Edd. 7. σου om. Β. (153.) ἐκοίμησε D. (62. al.) 8. τὰ om. F. Edd. 11. ἀτενίσαι pro ἀτονῆσαι D. 14. ψοφοδείας D. Migne. 16. ἀντὶ του] ἀπὸ τούτου Edd. 17. ἀπόρητοί pro ἄποροί iid. τέχνας στρατήγ’. pro τὰς τ. τὰς στρατ. D. 18. ἐνύσταξε D. κατεκοιμίσθησαν Β. κατεκοιμήθησαν D. Edd. 21. Ἀσσυρίου B.D. Ἀσσυρίων Edd, 23. ἡμῖν ὁ προφητικὸς inverso ordine D. 24. καταμειδιᾷ Edd. 25. ἐπί τὰ ὄρη om. D.)
Νοηθείη δ’ ἂν, καὶ μάλα εἰκότως, καὶ περί γε τῆς Ἰουδαίων ἀγέλης, τό Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας του. οὐαὶ γὰρ ὄντως τοῖς καὶ αὐτὸν τὸν τῶν ὅλων ἀπεκτονόσι Σωτῆρα καὶ Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν [*](c) αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ Αυναστεύοντες παρ’ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν [*](d) τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὠ οἱ ποιμένες οἱ διασκορ- [*](Hier. xxiiii. 1.) “πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἰ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ κύριος, καὶ οἱ ἀντεχό- [*](Ib. ii. 8.) “μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν “εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῆ Βάαλ·” ‘Ησαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν [*](Es.i. 21-23.) “πλήρης κρίσεως; ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν [*](2 πεφευγότων pro φευγόντων D. 3. πληθύν] πληγήν Edd. 4. γὰρ assumptum ex B.D. πολέμῳ Edd. 9. ὄντος D. ἀπεκτ. τὸν τῶν ὅλων inv. ordine D. 10. ἀνοσίως accessit ex B.D. 14. γραμματεπῖς D. τοὺς om. D. Statim τοῖς assumptum ex B.D. 15. γερουσίας pro ἱερουργ. D. καὶ assumptum ex D. 16. νοητῶς D. ὄντως Edd. 17. πολλάκις εἰς τὸ ἐκείνου inverso ordine D. 18. καὶ ἐνύσταξαν D. κατενύστ. Edd. 19. ἀμφιβάλλειν D. 21. ὦ οἱ D. ὅτι ὦ Edd. 22. ἀπολλύντες B.D. ἀπολοῦντες Edd. νομῆς μου iid. 23. εἶπον D. (22. al.) 24. νόμου] + μου D. (Alex. XII.) 25. ποιμένες pro προφῆται (sic) D. τ,ῆ Β. τῷ D. Edd. (22. al.) 27. Haec πλήρης κρίσεως accesserunt ex B.D. )
Οὐκ ἐστὶν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή θοῦ.
[*](515 A. a)Ὅταν τι συμβαίνῃ τῶν ἀπευκτῶν παθεῖν, εἰ μὲν ἴοι τοῦτο μεμετρημένως, καὶ οὐχὶ δὴ πάντως πέρα τοῦ καθήκοντος, ἐλπὶς ὕπεστιν ἀγαθὴ τοῖς τῷ παθεῖν ὑπενηνεγμένοις, ὅτι καὶ ἀνασφῆλαι δυνήσονται καθάπερ ἐξ ἀρρωστίας ἐπὶ τὸ δύνασθαι διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, [*](b) τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ’ ἑαυτῇ ζητοῦντος τομήν.
Ὅτι δὲ καὶ ἐν τούτοις γέγονεν ἡ κυριοκτόνος ‘Ιερουσαλὴμ, ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ’ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- [*](c) ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι [*](1. ὑμῶν] + ἐστὶν D. 2. ἀπειθοῦσι] ἀπειθεῖς Edd. 7. ὅταν τι] Πάντα iid. συμβαίῃ Β. invito D. συμβ. post ἀπευκτῶν transp. D. 8. καθήκοντος] + λόγου D, 13. ἐπὰν δὲ D. αὐτοῖς om. D. Statim ἀθλιοτάτην Edd. 15. ἀνεξίτητος παντελῶς inverso ordine D. παθούσῃ τῆ] παθούσης τῆς Edd. 16. καὶ primum om. D. καὶ secundum] + ὁτ’ Edd. invito D. 20. καὶ om. D. Statim γέγ. ἐν τούτοις inverso ordine D. 21. γὰρ, assumptum ex B.D. ἐπλήττετο et πολλάκις inter se transp. D. 22. 32. αὐτῆς] αὐτὴν Edd. 24. αὐτοῖς] αὐτῇ iid. 26. τε pro ’δε D.)
Πάδντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακώ σου διὰ παντός;
Ψῆφος ὅτι δικαία γέγονε παρὰ Θεοῦ, τὴν Βαβυλωνίων ἀρχὴν καταστρέφουσα, καταμαρτυρήσει λαμπρῶς τὸ ἐπιστυγνάζειν [*](e) αὐτῇ παντελῶς οὐδένα· κροτεῖν δὲ μᾶλλον καὶ ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν. καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτὴ δυστροπίας τὴν αἴσθησιν.
Φαίην δ’ ἃν, ὅτι καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν [*](a 516 A.) ὁ σατανᾶς, ὁ τῆς ἑαυτοῦ δυστροπίας τε λίνον κατευρύνων πανταχῆ, καὶ σαγηνεύσας εἰς πλάνησιν τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἀπωλείας ἐγκαταδήσας βρόχοις, ἀκούσειεν ἃν εἰκότως, καθῃρημένος ὑπὸ Χριστοῦ, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρησονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σε, διοτι ἔπι τίνα, οὐκ ἐπῆλθεν ἡ κακία σου δια παντός;
[*](1. καὶ om. D. 3. ἐγκατελίπομεν — ἕκαστος post ὂπ transp. D.] ἀπήλθομεν B.D. ἐγκαταλίπωμεν — ἀπέλθωμεν ωμεν Pont.) Edd, 4. γῆν D. ὁδὸν Edd, 5. καὶ assumptum ex D. 6. ὕψου] ὕψος iid. 9. σου om. D. 10. τίνας D. ἦλθεν Β. (153. 240.) 12 ὅτι δικαία γέγονεν ἡ ψῆφος pro ψῆφος — γέγονε D. 15. κειμένης D. κειμένῃ Edd. 16. ὑπεν. συμφ. inverso ordine D. 18. φορτικὴ] φορτικὸς Edd. 20. ὁ et τουτεστιν om. D. 21. αὐτοῦ pro ἑαυτοῦ D. 22. πανταχῆ D. πανταχοῦ Edd. 23. τῆς om. Aub. 25. πάντες] + δὲ B. 26. σου et τίνα habet D. 27. ἐπῆλθεν D. ἦλθεν Edd.)