In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκεδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ διαλελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν [*](S. Luc. xi. 18: vii. 34.) Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά [*](c) τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ’ αὐτῷ ἐξενεγκόντες οἱ [*](Exod. xxiii. 7.) δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον Ἀθῷον “καὶ δίκαιον οὐκ άποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνέχω μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ’ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα [*](d) πικρῶς, ἐφ’ οἷς ἃν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν [*](s.Joan. vii. 21-24.) σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες “θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ὅτι ἐκ τῶν “πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ “ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ “ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν [*](c) “δικαίαν κρίσιν κρίνετε.”
[*](1. ἡγεῖ Edd. τὸν om. D. 4. ὁ assumptum ex D, 5. καὶ διὰ τοῦτο θαῦμ’. 0111. D. 6. αὐτῶν om. B. 7. ἐστι τῶν ἀτόπων inverso ordine D. 8. αὐτοῦ accessit ex Β, αὐτὸν ἐν β. inverso ordine D. 10. καλεῖν καὶ δαιμονῶντα hoc ordine D. δαιμονιῶντα Edd. 11. τε om. D. ὄνομ’. αὐτὸν D. 12. ἐπ’ αὐτῷ τὴν ψ. et σάφ’. διηγ. inv. ord. D. 14. ἀποκτενεῖτε D. 17. οἱονεὶ om. B. 18. ἐπὶ] + τῷ D. παραλύοντα 1). ἐπιθρωσκόντων Edd. 19. ἐργάσοιτο αὐτὸς inverso ordine D. τι add. Edd. invito D. 24. ὁ ἄνθρωπος λαμβάνει D. 25. ἄνθρωπον ὅλον hoc oidine B.D. ἐποίησα ὑγιῆ inverso ordine D.)Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶ ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλεονεξίας, καὶ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ [*](a 522 A.) θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πὼς ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ’ οὓς ἃν ἰόντα φαίνοιτο· θαυμαστὰ δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ’ ἐλπίδα καὶ δύσοιστα [*](b) καὶ δι’ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πὼς ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ισραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι’ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, [*](c) ἐπ’ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου [*](1. θαυμάζετε Edd. 5. καταιτιωμένου D. καὶ αἰτιωμενου Β. Edd. 6. μέλησιν D. 7. δικαίου Β. invito D. ὁ τῶν Θεὸς Θεὸς post λοιπὸν transp. D, 9. τὰ assumptum ex Β. ἀξιοῦντα D. 10. συμβ μέλλοντα inverso ordine D. 13. γε om. D. 14. οὓς B. οἷς 1). Edd. ἀνιόντα pro ἂν ἰόντα Edd. 17. τὰ assumptum ex D. ἐν] + τῷ Edd. invito D. 18. του] τὸ Edd. 20. πώποτε ᾠήθη inv. ord. D. 22. καὶ Ἀμοῤῥαίων Εὐαίων καὶ Β. καὶ Ἐσαίων (sic) καὶ Ἀμοῤῥαίων καὶ Edd. καὶ Ἀμ. καὶ D. 23. Ἰουβεσαίων iid. 24. πρὸς] εἰς b. αὐτοῖς B.D.b. οὕτων Edd. 26. τοῦ assumptum ex B.D. )
Δότ’ ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τό πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, του κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ’ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ [*](523 A. a) ἐπ’ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς [*](1. προσβολὰς Β. συμφορὰς D. Edd. 3. καὶ prius] + γὰρ Edd. γυναίων D. προσερείγματα iid. 5. παιδία] τέκνα D. ἑαυτῶν Β. (22. al.) αὐτῶν D, Edd. πεπόρθηται D. 6. κακῶν ἡκόντων hoc ordine D. ἡκόντων om. Β. 7. τοῖς ἑλοῦσιν post ἦν transp. D. 10. αὐτοῖς D. Edd. αὐτὸ Β. Neutrum habet b. 1 1. ἐκδιηγοῖτο D. τὸ om. B. b. 13. καὶ γείτων καὶ εὐθὺς inv. Old. D. 15. ἐξεγερῶ B.D. (62, 86, 147) 153.) τοὺς μαχητὰς accesserunt ex B.D. (Alex. XII.) 16. τὸ ταχινὸν κοὶ τὸ πικρὸν hoc ordine B.D. (Alex.) τὸ secundum om. D. 18. λαλοῖτο B.D. λαλῶν τὸ Edd. 20. τὸ] -f ἔθνος τὸ D. 23. ὅτι D. καὶ Edd. 24. τὸ τακτικὸν iid.)
Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλίβοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς [*](c) καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων μένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ’ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.”
[*](S. Joan. xix. 15.)Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ’ οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· d κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται.
Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἔξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, κα τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, [*](1. που assumptum ex B.D. 3. ἦν ἐν ἔθει inverso ordine D. 4. μήν om. D, 6. ἁπάσης τῆς γῆς inverso ordine D. 10. ἔθος pro ἔφην D. ταῖς assumptum ex B.D. 11. ἐπιμαίνεσθαι] ἐπικεῖσθαι Edd. ἀρχὴν κατευρ. inv. ord. D. 12. οἱ assumptum ex D. 15. σκῆπτρον D. 16. πᾶσαν D. 17. τοι pro αὐτοὶ D. 18. ἔφησαν D. 20. ποιοῖτο Β. ποιεῖτο D. τιθεῖτο Edd. ἔσται πικροῖς inv. ord. D. 23. γὰρ D, γοῦν Edd. τῶν om. D. 25. ἔσται om. Edd. (153.))
Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραννον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ καῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ αὐτοῦ εξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο [*](d) μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ’ αὐτῷ κρῖμα παρ’ αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι’ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἢν ἃν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως.
[*](e)Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ τετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς [*](1. καταρᾶσθαι τοὺς ἐξ Ἰ, inv. ord. D. ἐβούλετο D. 2. ἐζήτει τὴν γν. inv. ord. D. 3. μετάπεμπτον ἐποιεῖτο hoc ord. D. Aub. 8. τῶν assumptum ex B.D. 11. τοι Edd. ἔξεσται D. ἔσται Edd. 13. κολάσαι τὸν Ἰ.] τὸν Ἰ. τιμωρήσασθαι D. 14. ἐπ’ αὐτοῦ Edd. γενήσεταί [B.D.] φησι Β. φησι γενήσεσθαι iid. φησι om. D. 15. σκεῦος] + τῆς iid. 16. σε τιμ.] τετιμωρήσομαι D. 17. ἂν assumptum ex B.D. λάβοιμι D. 22. ἐξορμήσουσι F. (Co.) πετασθήσονται post φαγεῖν transp. Β, (153.) 26. δὲ] τε D. inv. Β.)
Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- [*](Zach. ii. 5. c) βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα [*](Ps. lix. 14.) γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.
Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.
[*](1. ὅπερ D, 3. θαρσεῖς (ex corr. forte ab θράσος) D. θηρίων D. διενηνοχότες D. 6. δὴ assumptum ex Β. 8. ἀῤῥαβίας D. φασι μάλιστα hoc ordine D. 9. διάττειν τὴν—ποιουμένους D. Edd. διάττοντας—ποιεῖσθαι τὴν B. δρόμῳ post διάττ. transp. D. 10. οὐ D. προσεοίκασιν Edd. φησὶ post προσεοικέναι tr. D. 11. γὰρ om, D. τοῖς νεκροῖς τῶν σωμάτων Β. τῶν σωμάτων τῶν νεκρῶν D. τοῖς νεκρῶν τῶν σωμάτων Edd. 12. καταθέουσιν ἀμελλητὶ hoc ordine Β. ἀμελητὶ B.D. 14. ἱππόκροτος] Sic correxi ex Β. et sic Migne. ἱππόκρατος Edd. ὑπόκροτος D. 15. δαίμοσι D. 16. δὴ Β. δὲ Edd. Neutrumhabet 1). ἀλκιμωτάταις om. D στρατείαις προσβολ. D. 17. γὰρ assumptum ex B.D. 19. οἶμαι om. D. 20. εὐανάτρεπτος] εὐκατάτρετος Aub. εὐακάτρεπτος Pont. πᾶς νοῦς post εὐανάτρ. tr. 1). τητώμενος D. στερούμενος Β. ἡττώμενος Edd. 22. καὶ prius assumptum ex B.)Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν [*](d) κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐταις ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ’ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἃν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα.
[*](e)Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐτῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήμάτα [*](a 526 A. S.Matth. xxviii. 12.) δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἴνα δὴ λέγοιεν, ὡς xxviii. ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί.
Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων [*](b) δήμοις τὰ κατ’ αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο [*](1. πέρας δὴ τοῦτο τῶν προηγγ. inv. ordine D. 2. φησιν post Χαλδ. tr. D. 4. τὸ alt. assumptum ex B.D. 6. ἀνιέντος D. 11. καὶ assumptum ex B. 12. μαχόμενος Edd. ante Migne. δεσποτ. ante μαχ. tr. D. 13. Haec αὐτὸ accesserunt ex Β. αὐτοπρόσωπον D. 16. αὐτὸν Edd. 17. ἄπεκτόν. μόνον inv. ordine D. 18. γὰρ assumptum ex D. τοῖς] + τοῦ Β. 22. αἰχμαλωσίας D. (198.) ἐν om. F, 23. παίγνιον F. Edd. (153.))
Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθήσαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῆ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξη καὶ δυναστείᾳ τῆ κατ’ αὐτῶν. ἀλλ’ οὐκ ἃν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, [*](a 527 A.) εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἃν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτῆρ’ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ Ἴδου δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ [*](S. Luc. x. 19) “σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.
[*](11 b)