In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ [*](2 Cor.v. 17.) Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα “παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας [*](e) ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ [*](2. καὶ pro κἀγὼ Α. ἐκ τῆς γῆς assumpta ex Β. 6. Haec ὡς ἄδικον accesserunt ex Α. Β. 8. συνηλέγχετο Α. 9. ἔθη (sic) Α. 11. περάτων] τερμάτων Β. Statim γῆς add. Α. 12. ἦν post ἄπειρος transp. Α. 14. ζιμύνας Α. 15. ἐπὶ ἔθνος assumpta ex Β. ἐπ᾿ ἔθνος A.V. ἐπ’ ἔθνος dicit esse Θ, πρὸς ἔθνος, οἱ ο΄ XII.] 16. ῥομφαίαν] μάχαιραν Α. (22. al.) μὴ om, 17. ἕκαστος alt. om. Α. (49.) 18. τὸ om. Β. (87. al.) 19. ταῦτα om. Α. 20. καινὰ ἐν Χριστῷ inverso ordine Α. γράφων pro λέγων Α. 23. τῶν πραγμάτων ἡ Β. τῶν καιρῶν ἡ Α. ἡ τῶν πραγμάτων Edd. 24. ἔχοντας B. ἔχουσα Α. ἔχοντα Edd. 25. τὴν κατὰ πάντων inverso ordine Α. τὰ πολέμου] τοῦ πολέμου τὰ σκεύη A.)
Πότε δὲ ἣ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ’ οὐρανὸν κατεκράτησε λοιπὸν ἢ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ’ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ρωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ [*](b) προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἃν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστη χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε [*](c) λοιπὸν μετεπλάττοντο.
[*](1. μὲν pro δὲ Α. Statim καταπαύεσθαι Α. 2. φησὶν ὁ προφήτης] Haec retinui ex Α. desunt in Β. καθὼς praemittunt Edd. repugnante Α. 3. τί ἂν Α. Β. τί δὴ Edd. 4. ὑπεμφήνειεν Β. ὑποφήνειεν ἂν Edd. ἂληκτος iid. 6. τῆς deest in Edd. 7. Haec εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν accesserunt ex Α. 11, ἀρχὴ καὶ desunt in Β. 12. γεγόνασι ζυγὸν hoc ordine Α. σύμπαντα Α. πάντα Edd. 14. γεοπονίαν (sic) Α. 17. χηρῶν (sic) Α. ἐπράττοντο pro γεγόνασι Α. Statim πανταχῆ Α. Β. πανταχοῦ Edd. 18. οὓς om. Α. 21. φησί pro σφισι (sic) Α. 22. τε alt. assumptum ex Β. 23. Haec τῶν Ῥωμαίων accesserunt ex Β. 24. σκαπάναι Β. σκάπανα Α. σκεπάναι Edd. 25. γεγόνασιν om. A. τὰ deest in B. 26. μετεπλάττετο Α.)Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμερότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσεβεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- [*](d) μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ [*](Ps. ciii. 15.) κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.
[*](5)Ὅτι πάνες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν [*](e) δὲ πορευσόμεθα ἑ ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.
Οί σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ [*](429 Α. a) τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα [*](1. καὶ assumptum ex Α. 2. τὴν assumptum ex Α. 4. τὰς om. Α. 5. ῥημάτων (sic) pro δειμάτων Α. τε alt. assumptum ex Β. 6. τεθράμμεθά A. 7. καὶ deest in Β. 8. καὶ alt. om. Α. g. ἐστὶ pro ἔσται Β. 10. εὐφρασίας Α. εὐφροσύνης Edd. τῆς Σωτῆρος ὁ] ὁ τοῦ Πατρὸς Α. 12. τούτοις pro πρὸς τούτῳ Α. 15. Κυρίου] Χριστοῦ Α. [Neutrum habent Alex. 106.] τὸν om. F. Edd. 18. τὰς om. Α. 21. δὴ assumpturn ex A.B. μεταποιοῦνται Α. ἡμῖν om. Α. 22. μὲν assumptum ex Α. φησι om. Α. 23. πόλει] γῆ Α. ἂν om. Α. διαστίχειν (sic) Α. διαβιῶ· ἡ δὲ pro διαβιῴη δέ (sic) Α.)
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην [*](6) [*](15) καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θήσομαι [*](7 c) τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καἰ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ᾿ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τόν αἰῶνα.
Οτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετριβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ [*](d) μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα [*](2. παρερχόμενον Α. παρωχημένον Edd. 3. ἐπὶ πολὺ Α. ἔτι πολὺ Edd. κοὶ alt. assumptum ex Α. Β. 4. συνέσονται Α. Β. συνελεύσονται Edd. Statim τε assumptum ex Α. 6. προθέντες Α. 7. οἱ καταλ. μὲν om. Α. 12. εἰδέναι τι inv. ord. Α. τι εἰδ. habet Β. Χριστὸν Ἰησοῦν inverso ordine Β. 15. ἀπωσμένην A.B.F. (Alex.) ἐξωσμένην Edd. (Vat.) 17. ἰσχυρὸν Α. Β. (Alex. XII.) δυνατὸν Edd. (Vat.) 18. καὶ assumptum ex A.B. (Alex. XII.) εἰς τοὺς αἰῶνας F. Edd. (Ald.) 20. ὑποφαίνει λοιπόν Α. ἀποφ. πόλιν Edd. 22. τε prius assumptum ex Α. βδελυρός τε] μυσαρὸς Α. 24. ἐνησκημένος pro ἐνισχημένος Α. 25 τελενταίον. Α. Β. τελευτῶντες Edd. Statim καὶ om. Α.)
Καὶ οὐ πύργος ποιμνίου αὑχμώσης, θύγατερ Σιὼν, ἐπὶ σὲ καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία Βαβθλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.
Εξαγγέλλεται μὲν τὰ ἐξ ἡμερότητος τοῖς πεπονηκόσιν, [*](Supra vv. 6, 7.) ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, [*](b) θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος [*](2 Cor. vii. 10.) ἔφη Παῦλος “Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν [*](1. ἠλέηται Α. Edd. ἠλέηνται Β. 2. δὲ Α. Β. τε Edd. 5. ἔχοιτο pro ἔχοι τὸ Α. 7. Χριστὸν] Θεὸν Α. 9. Haec καὶ ὑπ’ αὐτοῦ ποιμαίνεσθαι accesserunt ex Α. 11. ὁ prius assumptum ex Α. 14. σὺν] ἐν Α. (ut Cod. Vat.) cf. supra 346 c. 15. Σιὼν om. Α. Statim φησὶ τὴν ἄνω inverso ordine Α. 17. ποιμνίου] κυρίου (sic) Α. αὐχμώδης Α. cf. infra et 443 c. αὐχμώδους F. Edd. (XII. 23, 153.) θύγατερ Α. Β. (XII.) θυγάτηρ Edd. (A. V.) 18. ἡ prius om. Edd. (Co.) βασιλεία] + ἐκ Edd. invitis Α. Β. (86, 153, 240.) cf. infra 443 c. βασιλεία βυλῶνος (sic) Β. 20. ἐπαγγέλλεται Α. 22. θήσει τε] θήσεται δὲ Α. τὰ pro τῷ Α. 25. ἔφη] γράφει Α.)
Ψάλλωμεν δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ λέγοντες πρὸς Θεόν “Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- [*](Ps. xii.4. 5.) “νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν.” φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ [*](e) Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν.
[*](1. κατεργάζεται Α. Β. ἐργάζεται Edd. δὴ οὖν] δὲ οὐδέν (sic sed addas ἧττον) Α. 2. ὅτι] + οὐ Edd. repugnantibus A.B. Statim τῶν μετ’ pro μετὸν (sic) A. 3.καθικνεῖτο Β. καθικνεῖται Α. καθικεῖτο (sic) Edd. 4. αὐχμώδη] αὐχμώδους ii d. invitis Α. Β. καὶ om. Α. 5. μόνον δὲ οὐχὶ pro μονονουχὶ δὲ Α. 6. θύγατερ Β. θυγάτηρ Edd. Statim ὦ om. Α. 7. αὐλίων pro ἄθλιον A. 8. προσθεῖσα ἤδη pro προκείσῃ δὴ Α. 9. σὲ] σοὶ Edd. βασιλέων Α. 12. αὐτὴ] αὐταῖς Α. invito b. 13. μὴ om. Α habet b. 17. βόθρον Edd. 18. προσπίπτουσι Β. παρεμπίπτουσι Α. περιπίπτουσι Edd. περιπταίειν] περιπεσεῖν Α. —26. ψάλλωμεν — εὐημερήσομεν] Haec 19. πρὸς] + τὸν Edd. 21. μου assumptum ex Α, 22. γὰρ] + τῷ Edd. invito Α. Statim καταυγασμένοι iid. καὶ alt. assumptum ex Α. 24. δὲ post κάλῳ transp. Edd. 25. κεισόμεθα pro ἐσόμεθα Α.)Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης; [*](10) ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ ὡς τίκτουσα, [*](431 Α. a) διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ Χειρὸς ἐχθρῶν σου.
Αφίξεται μὲν οὖν ἐπὶ σὲ, φησὶν, ἡ ἀρχὴ ἡ πρώτη. πλὴν τίς ἄρα ἐστὶν ἡ πρόφασις, δι’ ἢν τοῖς οὕτω δεινοῖς περιθραύῃ κακοῖς; τὸ γὰρ γνῶναι κακὰ, τὸ περιπεσεῖν ἐστιν ἐν τοῖς κακοῖς, ἤγουν τοῖς κακοῦν εἰωθόσι, φημὶ δὴ ταῖς τοῦ [*](b) πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυλογήσας ἐρῶ.
Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ’ ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν [*](c) πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῆ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν [*](1 Reg. viii. 5—7.) λέγοντες τῷ μακαρίῳ Σαμουὴλ “Ἴδου σὺ γεγήρακας, [*](1. ἦν] + ἐν F. Edd. (42, 86, 153) 240.) invito Α. ἢ om. Α. (106, 130, 311.) ἡ deest in Edd. 2. ἀπώλετο] + ἀπὸ σοῦ F. 3. ὤδινε om. Α. θύγατερ Α. Β. (Alex. XII.) θυγάτηρ Edd. (Vat.) 7. ἡ prius assumptum e.x Β. 9. Haec τὸ γὰρ γνῶναι κ. τὸ περιπεσεῖν πεσεῖν Β.] ἐστιν ἐν ἐν τοῖς om. Α.] κακοῖς accesserunt ex Α. Β. 11, σοι om. Α. 12. βούλεσθαι Α. Statim σοφὰς Α. ἐπὶ σεαυτῇ Α. ἐπὶ σαυτῷ Β. σύν σαυτῇ Edd, 13. τὰς om. Β. 14. ὡς om. Α. 15. πααιτούμενον Β. 17. μὲν] + γὰρ Edd. invitis Α. Β. 18. ἀρχαῖς Α. ἀρχῇ Edd. 20 ἐπ’ pro μετ’ Α. 21. ὧδε] εὖ Cat. in 4 libb. Reg. 22. παναίστῳ Α. 24. ὥσπερ assumptum ex Α. Cat. Θεοῦ Edd. invitis omnibus.)
Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, [*](c) αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους μένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν [*](Heb. xi. 10.) σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξερριμμένοι “ἦς ἐστι “τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,’’ τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν [*](d) ἑρμηνεύεται.
[*](11)Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλά οἱ λέγοντες Ἐπιχαρούμεθα, [*](12) κὼ ἐπόψονται ἐμ Σιῶι οἱ ὀφθαλμοῖ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἒγνωνσαν τὸ λογισμὸν κυρίου, κω οὐ σουνῆκαν ὤ βουλὴν [*](1. τὰς alt. om. Α. 3. ἐπιτέξη δὴ pro ἐπίτεξ ἤδη Α. καταλολύζεις (sic) Β. 4. ἀφεῖσα] ἀφειῖσα Edd. 5. φησιν om. Β. ἐρήμῳ Α. 6. παντελῶς οὐκ ζὰ inverso ordine Α. 7. εὐθὺς assumptum ex Α. καὶ prius om. Α. ἀναφεύξεται καὶ διακομισθ. Edd. invitis Α. Β. Statim πόλιν Α. παρὰ Edd. Neutrum habet Β. 8. κατοικτ. Θεοῦ hoc ordine Α. 10. ὑπερασπιστήν τε] προασπιστὴν Α. 12. ἀξιοῦν τὸ οὐτῶ δοκοῦν desunt in Α. 13. νοητοῖς ἐσ. Βαβυλωνίοις, ἀντιτεταγμένας Α. Statim δὴ assumptum ex Α. 18. ἐν om. Α. ἱκανοῖς Α. τοῖς οἰκείοις Β. τοῖς εἰκαίοις 19. γὰρ assumptum ex Α. 21. ἐπισυνήχθη Α.Β. (Alex.) ἐπισυνήχρησαν Edd. (Vat.) οἱ assumptum ex Α. Β. (Alex. XII.) 22. καὶ αὐτοὶ Α. Β. (Alex. XII.) αὐτοὶ δὲ Edd. (Vat.) 23. τοὺς λογισμοὺς F. (Co.))
Πλειστάκις ἤδη προείπομεν, ὅτι τὴν βασιλείαν ἐν τοῖς Ἰεροσολύμοις διέποντος Ἐζεκίου, κατεδῄωσε μὲν τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πολλὰς δὲ αὐτῇ καὶ τῆς Ἰουδαίας συνεξῄρηκε πόλεις. εἶτα πέπομφεν ἐκ Λάχις τὸν Ῥαψάκην, ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα [*](a 433 Α.) πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμένηται [*](Es. xxxvii. 36.) πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀμάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς καλκας, τουτέστι, δυσκαταγώνιστος ἔση καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ [*](b) οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέπονα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κερατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ’ ἒργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει [*](1. δράγματα Α. δράγμα F. Edd. (130, 153, 311.) ἀνάστα Α. Β. (Alex. XII. sed corr.) ἀνάστηθι Edd. (Vat.) 2. ἀλῶα Α. (86, 147, 311.) θύγατερ A.B.F. (Alex. XII.) θυγάτηρ Edd. 4. πολλοὺς] + καὶ κατάξεις ἐν αὐτοῖς ἔθνη Β. (cf. 240.) 6. πᾶσι pro ὅτι Α. 9. συνεξῄρηκε A. b. συνῄρηκε Edd. Statim πόλεις om. Α. habet b. πέπομφεν Α. b. μεταπέπ. Edd. 11. τῶν Ἀσσυρίων assumpta ex Α. Β. desunt in b. 12. ἀγγέλου Α. b. ἀγγελικῇ Edd. ταύτης Α. b. 13. κατὰ σοῦ φησιν ἔθνη πολλὰ ínverso ordine b. 16. ὡς εἰς b. εἰς Α. ὡσεὶ Β. ὡσεὶ εἰς Edd. Statim ἅλω (ἁλῶ) Α. ἄλωνα b. ἅλως Edd. 17. δὴ om. Α. δεῖ pro ἀλῶα Α. 19. μονονουχὶ δὲ Edd. 23. ἐπειδὴ δὲ Α. ἐπεὶ δὲ Β. ἐπεὶ Edd. Haec καὶ πεπτώκασιν accesserunt ex Α. 24. ἦσαν] + οἱ Edd. invitis A.B. 25. σαυτῇ Α. σαυτῷ Edd. γε accessit ex Α.)
Ἀλλ᾿ οὑτοσὶ μὲν τῆςν ἱστορίας ὁ νοῦς, θορυβήσει δὲ ἴσως τῶν ἐντευξομένων τινὰς τὸ οὕτως ἀγχίστροφον τῶν προφητικῶν κηρυγμάτων. ἄρτι μὲν γὰρ ἠκούομεν λέγοντος [*](Supra ver. 8.) Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου διαστολῆς· ἔσται γὰρ οὕτως ἀσύγχθτος καὶ σαφὴς τῶν λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, [*](d) ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας.
[*](Κεφ. ε΄.)