In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι κυριοῦ καὶ κρίματος καἰ δυναστείας τοῦ ἀπαγγεῖλαι τῶ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῶ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.
[*](1. λαμπρῶς accessit ex Α. 4. δὲ pro δὴ οὖν Α. ὁράσεων Α. 4. σκοτία Α. κατοιχοίσονται (sic) Edd. Statim δὴ οὖν pro γὰρ iid, 10. κατ’ οὕτων] καθ’ αὑτῶν Β. κατ’ om. Α. μάντεις pro πάντες Α. iStatim αὐτοὶ nm F. (23.) 11. ὑπακούσων Α. (42, 153, 198.) ἐπακούσων B.F. (Alex. XII.) ἐπακούων Edd. (Vat.) 13. ὀνείρασι B. συναρπάζοντες om. Α. 14. ῥοῦν Β. νοῦν Kdd. 16. περιμαχομένην (sic) pro ἡ πείρα μαχ. Α. 20. πῶς γὰρ ἢ πόθεν] ὡς μηδένα ἢ ποθὲν (sic) Α. 23. Ἐὰν] ἂν Β. ἐμπλήσω ἐγὼ F. Edd. (Ale.x.) ἐγὼ ἐμπλήσω Α. (Vat.) ἐγὼ deest in Β. (23, 153.) 24. τῷ prius om. Β.)Δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς καταπλαστὸν ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἃν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός “ Ἐκεῖνος ἀνθρω- [*](c S. Joan. viii. 44.) “ ποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·’’ πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψεῦδός ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος μένος παρά τισι [*](d) τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεως τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαρρηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας. ἐλέγχουσι γὰρ ἔσθ’ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ [*](e) μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριτῆς [*](2. προφ. τὴν inverso ordine Α. 3. ἂν assumptum ex Α. ἀληθεύσει θεύσει B. 4. μὲν deest in A. 5. οὐχ ἕστηκεν] οὐκ ἔστιν B. 6. καθὼς καὶ desunt in A. 7. διδοὺς Β. δίδωσιν Edd. δὲ δίδωσιν Α. καὶ om. Β. τὸ om. AubertUS. 9. λέγοντος] λαλοῦντας Α. ἀμφιβαλεῖν Α. 11. αὐτοῖς Edd. 12. γένους (sic) pro γένοιτο Α. 13. διὰ τοῦ ἐμοῦ Πνεύματος] δι’ αὐτοὺς πνεῦμα (sic) Α. 14. τινας Α. τινος Edd. 15. καὶ prius assumptum ex Α. Statim ἀναιδῶς pro ἀδεῶς Α. Post h. v. κατεθαρρηκ. (sic) pro καὶ τεθ. Α. 17 παρὰ] περὶ Edd. 20. ἐπιτρίζουσι Α. ἐπιτρίβουσι Edd. 21. γὰρ] γοῦν Α. 25. καὶ κρίματος] κρίματός τε Α. 20. δικαιοσύην] + τῆς εἰς Χριστὸν Edd. invitis Α. Β.)
Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖνα κω πάντα τά ὀρΘὰ [*](10) διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.
Ἀγαθὸς ὣν λίαν ὁ Δημιουργὸς, εἶτα τῶν συμβησομένων [*](b) αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεως τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πὼς ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι’ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδρᾶναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κὰν [*](c) εἰ φαίνοιντό πὼς ταυτοεποῦντες ἐσθ’ ὅτε, ἀλλ’ οὖν ἐννοεῖν, ὡς οὐ καθ’ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς [*](1. ἔχαιρον αἰκιζ.] ἔρχονται μαστιζόμενοι Α. 2. ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες Α. ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι Edd. 3. ᾔδεισαν Α. Statim γὰρ assumptum ex Α. Β. 5. δὴ om. Α. 6. οἱ om. Β. (153.) κρίματα Α. τὰ om. Α. 7. οἰκοδομῆσαι pro οἱ οἰκοδομοῦντες Α. 10. κακῶν assumptum ex Β. 1 2. ὡς Β. εἰ Edd. Neutrum habet Α. Statim ἂν τάχα πὼς Β. ἄν om. Α. post πὼς transp. Edd. 13. αἰσχίω Α. Β. αἴσια Edd. αἱρούμενοι Α. 17. συγγραφεῦσι Edd. invitis Α. Β. καὶ om. A. 18. φαίνοιτό Α. Statim πὼς assumptum ex Α. 20. τὰ assumptum ex Α. 21. ἄλλοις] ἄλλως. Α. καιροὺς Α. καιρὸν Edd. 22. πάντα Edd. 23. κοινὴν συμφορὰν (sic) Α. ἀνὰ πάντα καιρὸν pro ἀνά πᾶσαν τὴν γῆν Α.)
Kαθῃρήκασι δὲ ἀληθῶς τὴν Σιῶν ἐν αἵμασιν. ἀπεκτόνασι [*](e) γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων Δεσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιῶν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς “ Ἰδοὺ τίθημι εἰς τὰ θεμέλια Σιῶν λίθον ἐκλεκτὸν ἀκρο- [*](Es. xxviii. 16.) “γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ- “αισχυνθῇ.” ἀλλ’, ὡς ἔφην, οἱ τῆς Σιῶν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν [*](Ps.cxvii. 22.) τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς [*](a 422 Α.) ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, [*](Eph. ii. 15,16.) “ποιῶν ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ [*](Acta SS. App. iv. 32.) “μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι’ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ καὶ ὑμεῖς ὡς λίθοι [*](1.S. Pet. ii. 5.) “ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν [*](Eph. ii 21, 22.). “ἅγιον, ἐἰς ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· κατῴκηκε [*](b) γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ [*](3. κατορθοῦντα] ἐπανορθοῦντα Α. 5. περίβλεπτον Α. περίοπτον Edd. 7. τεθειμένοι] τιθέμενοι Edd. 8. εἰς om. Β. 12. τὸν om. Α. 18. τέθειται] τίθεται Edd. ἡμῶν Β. ἐθνῶν Edd. 22. δὲ om. Α. 24. ἐντιμοτάτῳ] πιστωτάτῳ Α. Statirn λίθω add. Α. σοφῶς] + καὶ Edd. innitis Α. Β. 25. αὐτοῖς assumptum ex Α. Statim ἐπιστέλλει Α. γράφει Edd. Post h. v. παῦλος pro Πέτρος Α. 26. ζῶντες ἐποικοδ. hoc ordine Α. 27. κατῴκηκε Α. Β. κατῴκησε Edd.)
Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεἴς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, κω οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐμ τὸ Κύριον ἐπανεπαύοντο λέγεοντες [*](e) Οὐχὶ Κύριος ἐν ἡμῖν εστίν; οὐ μὴ επέλθῃ ἐφ’ ἡμᾶς κακά. [*](12) διὰ τοῦτο δι’ ὑμὰς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, κα Ἱερουσαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.
Bδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται [*](Prov. xvii. 23.) γὰρ ὅτι “Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδουνται ὁδοί. ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι πα οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. [*](d) ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν [*](Ex.xxiii. 8.) εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα “ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθ’ ἁ γέγραπται, καὶ λυμαί- “νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- [*](Deut. i. 17.) Κάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι [*](e) “ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.” ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς [*](4. αὐτῆς— αὐτῆς— αὐτῆς] αὐτῶν— αὐτῶν— αὐτῶν Edd. (42, 153.) 6. τὸν om. (233.) 7. Κύριος et ἐστίν om. Α. 8. ὡς ἀγρὸς om. Α. 9. τοῦ οἴκου] + Τυρίου F. (23. al.) Κυρίου pro τοῦ οἴκου Α. 12. καὶ prius assumptum ex Α. 13. λαμβάνοντες Α. (103.) κόλπῳ Α. (Alex.) κόλποις Edd. Statim ἀδίκως om. A. 14. ὁδοί] αἱ ὁδοὶ Α. (68. al.) 15. φιλοκερδείας A. φιλοκερδίας Eidd. καὶ λημματίων αἰσχρῶν accesserunt ex Α. 17. οἱ deest in Edd. 19. εἰς νοῦν Α. εἰς Χριστὸν Edd. οὐχ ὁρῶσιν ἔτι Α. Β. ὅτι Edd. 20. καθὼς iid. 23. πρέπει] + μὲν Α. τῷ μόνῳ pro μόνῳ τὸ Α. 25. ἡ om. A.)
Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν κύριον [*](b) ἐπ’ανεπ αύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐφ’ ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ’ ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ [*](c) καθαρόν. ἅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιῶν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον [*](1. ἣ Β. ᾗ Α. ἡ Pont. ἢ Aub. 3. ἀφορμὰς Α. ἀφορμὴν Edd. 4. ἄθρει Α. ὅρα Β. ὁρῶ Edd. 6. ἐθέλουσιν (sic) Α. ὡς] + τὸ Α. προϊοῦσιν (sic) Α. ἀπαγγέλλεσθαι Edd. Statim λαλεῖν Α. λέγειν Edd. ἢ δεῖ pro εἰ δὴ (sic) Α. 8. διαμέμνηται πόλιν ὁ λόγος Β. ὁ λόγος διαμ. πάλιν Edd. 9. ἱερουργῶν τῶν Β. ἱερουργούντων Edd. ἀληθινῶν Α. 11. περιποιεῖσθαι. Α. Β. πεποιῆσθαι Edd. 16. ἐφ’ ἡμᾶς κακά hoc ordine Α.Β. 17. ’δε] γὰρ Β. 20. οὕτως] τοιούτοις Edd. Statim ἐκτόπως Β. 21. ἂν om. Α. 24. εἰ alt. deest in Edd. 26. ἐπιγνώσονταί Β. γνώσονταί Α. ἐπιγνώσεσθαί Edd.)
Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώ- [*](S.Matth. xxiv. 2.) λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθω, κατὰ τὴν αὐτοῦ του Σωτῆρος φωνὴν· ἀρόσιμος ’δε γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- [*](e) γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ’ αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ’ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- [*](s.Jac.ii. 26.) μεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναρρώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ.
[*](424 Α. a)[*](Κεφ. δ΄.)Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέω, καὶ μετεωρισθήσεται [*](2) ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ· καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν [*](1. καὶ κατεστραμμένη om. Α. 3. Ηος κείμενος accessit ex A.b. 4. ἐναύλισμα] ἐγκύλωμα Edd. invitis A.B.b. οἰκία γενήσεται pro χειαί b. χιαί Α. 5. ἐν alt. assumptum ex Α. 7. ἂν assumptum ex Α. 9. ταυτὶ] ταῦτα A.b. τῶν om. Α. ὅτε] ὅτι Edd. invitis A.B.b. κοὶ ὅτε inverso ordine B. 12. αὐτοῦ assumptiim ex Α. δὲ] + ἡ Edd. invitis A.B. 15. μόνον Α. ἐπ’ οὐτῶ Β. ἐς αὐτὸν Edd. 16. καὶ γένοιτο pro προσγένοιτο Α. 17. χωρὶς] + τῶν λῖ 18. ἐκ Α. τῆς Edd. 19. ἀναῤῥώσει Β. Edd. ἀνασώσει Α. 22. ἐσχάτου F. (XII suprascr.) habet ἐσχάτων Α. ὄρος] + οἴκου F. Edd. τοῦ οἴκου 22. al.) 23. ἕτοιμον] τὸ ἕτ. Α. τὴν κορυφὴν F. Edd. (Co.) 24. οὐνῶν pro βουνῶν (sic) Β. [ex οὐρανῶν (153.) corr.] ἐπ’ αὐτὸ Α. (22. al.) πρὸς αὐτὸν F. Edd. (XII. 153.) [πρὸς αὐτὸ Α. V. ἐπ’ αὐτὸν XII mg.] 25. ἐπ’ αὐτὸ Α. (26. al.) ἐπ’ αὐτὸν F. Edd, (XII. 153.) [πρὸς αὐτὸ Alex. Haec desunt in Vat.])
Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ [*](c) συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ’ ἡμὰς. ὄρος δὴ οὑν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ [*](Cf. 1 Tim. iii. 15.) ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ’ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο [*](d) φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- [*](Gal. v. 24.) “λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παρρησίας ἐπαΐοι τις ἄν “Ἔχοντες [*](1 Tim. vi. 8,9.) “διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- [*](1. Ἰακὼβ] ἡμῶν Β. (153.) cf. infra. 2. ἐν ταῖς τρίβοις αὐτοῦ] ἐν αὐτῇ cf. infra et in Es. 842. a. 4. ἐκκλησίας] σωτηρίας Α. 5. ’δε] γὰρ Edd. invitis A.B. Statim τοῦ γεγ. pro ὥσπερ γεγ. τοῦ Α. 7. καὶ prius om. Α. 13. χθαμαλὸν ἐν οὐτῇ παντελῶς Α. παντελῶς ante χθ. transp. Edd. 14. ἡ γνῶσις Α.Β. τῆ γνώσει Edd. 17. ζωὴν] ζῶον Edd. 18. ἥττηντο Β. ἥττηνται Edd. 19. τε pro δὲ Α. 20. ὅσαις] + καὶ Edd. invitis Α.Β. 21. Χριστοῦ Ἰησοῦ inv. ordine Β. καθώς Edd. 23. τὸ deest in Edd. 24. ἐπαΐοι τις ἄν om. Α. 25. διατροφὰς] δὲ τροφὰς Α. 26. παγίδα Β. invito Α. Statim τοῦ διαβόλου add. Β.)
Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ’ ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖσθί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ’ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν [*](b) ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ’ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ’ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- [*](c) von οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν [*](1. πολλὰς] + καὶ Edd. invito Α. Statim ἀνονήτους Edd. Haec καἰ βλαβερὰς accesserunt ex Α. 3. που pro τοῦ Α. καὶ οm. Β. 4. στρέφουσι Α. ἄλλην Α. ἑτέραν Edd. 5. ἑτέρων Aub. 6. οἱ] εἰ Aubertus. 8. Θεὸς δὲ pro ὃς τόδε Α. 11. φησὶ assumptum ex Β. Statim τοῦ deest in Edd. invitis Α.Β. 12. ὑπερηφανίᾳ pro περιφανείᾳ (sic) Α. 13 σημαίνει Edd. 14. πω pro που iid. invito Α. 15. ἀπωτάτω κειμένων Α.Β. ἀποκειμένων Edd. 16. ἐπ’ αὐτῷ Α. Statim τὰ ἔθνη assumptum ex Α. 18. αὐτῶν pro αὐτὴ τῶν Β. 19. ἐπ’ αὐτό Α. ut supra. πρὸς αὐτὸν Β. ἐπ’ αὐτὸν Edd. 20. τουτέστι] + τὸν Edd. invitis Α.Β. 21. τοῦ prius assumptum ex Α. 22. ἡμῶν] Ἰακὼβ Α. 23. οὕτη] ταῖς τρίβοις αὐτοῦ 25. κατερρηγμένον Α.)
Ὅτι ἐκ Σιῶι ἐσελύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ [*](3) ἕως εἰς γῆν μακράν.
Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδίζονσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ κυρίου, καὶ δι’ αὐτῆς ἰέναι [*](e) προθύμως ὑπισχνούμενι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐρρῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ’ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ό Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο [*](a 426 Α.) ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- [*](Cf. 2 Pai ii. 17, 18.) [*](1. οἷον Α. Statim ἥκει Edd. τὰς assumptum ex Α. 2. ἀληθεῖ pro ἀληθῶς Edd. 3. τοῦ assumptum ex Α. 6. οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα Α. οἷς τὸ θεῖον ἐγκεχείρισται πρόσταγμα Edd. 13. ἕως om. Β. γῆν om. Α. (Vat.) 15. ἐπὶ τὸ ὄρος τοῦ Α. ἐπ’ ὄρος Edd. ἐκκλησίαν Α. Ἱερουσαλὴμ Edd. γλιχόμενοι δὲ pvo γλιχόμεναί τε Α. 16. τοῦ assurnptum ex Α. 18. ἐθέλειν Β. 19. ἡμῶν assumptum ex Α. 20. τὸν om. Β. ἑστώτων ἐθῶν Β. ἑστώτων, ἐφ’ ὧν Α. ἑστώτων ἐθνῶν (sic) Edd. 22. φράσαντες Α. 24. κρεῖττον Α. τῶν assumptum ex Α. 25. ἐσκέπτετο ἀνορθοῦν inverso ordine Α. 26. λαοτόμων Edd. invitis Α. Β.)
Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσήεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ’ αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Οτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκραγέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πὼς [*](Heb. ii. 2.) ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἢ σκιὰ, καὶ πέπαυται τὰ ἐν [*](c) τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πὼς, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρίναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀποἐκ [*](1. Α. καὶ Edd. προεχειρίζοντο Α. 2. τοῖς παραλειπομένοις Β. δὲ assumptum ex Α. δ’ Β. 3. ναὸν post περίοπτον transp. Edd. invito B. 5, 6. δὲ et καὶ om. Α. 6. ἔχοντα pro ἔχοντες Edd. Statim οὐχὶ Α. οὐ 10. λοιπὸν ἀνεδείχθη inverso ordine b. 11, προσίενται b. ἵενται Β. ἴενται A. Edd. 13. τάχα assumptum ex A.b. 14. τοῦ om. Edd. invitis A.B.b. [suprascr. Α.] 15. λόγων] + ἡ Edd. invitis A.B.b. 16. Haec ὁ νόμος καὶ accesserunt ex B.b. νόμος καὶ Α. ἀγγελων A.B.b. ἀγγέλου Edd. 17. Θεοῦ λόγος inverso ordine Α. Θεοῦ om. b. 19. συμπεπέραται Β. ὅσον] + δὲ Α. Statim ἥκει Edd. 20. διελέγξαι Α. διελέγχειν 20—22. ἔθνη πολλὰ μονονουχὶ — ἐλέγξαι] λαοὺς πολλοὺς καὶ ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν Β. 21. καὶ προαγορεύουσι om. Α. retinui cum Edd. 22. ἐλέγχειν pro ἐλέγξαι Edd. 23. ἀναπείθει Α. τὸν—τρόπον Α. ἀποσχέσθαι Α. ἀπέχεσθαι Edd.)
Εοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν [*](e) τῆς ἄνω Σιῶν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος κυροῦ. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχρρὰ ἕως εἰς γῆν μακράν. τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι [*](a 427 Α.) πονηραῖς τῆς ὑφ’ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ’ “Ἐπέρανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ [*](Ps.cxvii. 27.) γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἀρχὰς, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- [*](Eph. vi. 12.) “τορας τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας [*](b) “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος [*](S. Joan. xii. 31,32.) [*](1. κρινεῖ] Sic correxi ex Β. κρίνει Edd. Statim τε deest in Α. ἐλέγξει A.B. ἐλέγχει Edd. 2. γῆν μακρὰν hoc ordine Α. 3. πανταχῆ Α. πανταχοῦ Edd. 6. τε assumptum ex Α. 7. ὑπεμφαίνειν Β. ὑφαίνειν Α. ὑποφαίνειν Edd. 10. τοῦ om. Α. 12. εἰς] πρὸς Α. 15. ἕως assumptum ex Α. 16. καὶ pro κατά γε (sic) Α. 1 8. ὑφ’ ἡλίῳ] ὑφ’ ἥλιον Edd. ἐπιτιθεὶς Α. 19. τῆς alt. om. Α. 20. Κύριος accessit ex Α. 21. Haec ἐπὶ γῆς accesserunt ex Α. 22. καταδεδίκακε Α. Β. κατεδίκασε Edd. 24. τοὺς κοσμοκάτορας Α. τοῦ κοσμοκράτορος Edd. 25. πνεύματα iid. 27. ἐναργὲς καθίστησι inverso ordine Α.)
Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα ταὶ τὶς αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος [*](4 d) ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεαι ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς σὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.