In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Πάλιν ἀνίησιν ἐγκλημάτων, καὶ ἀπαλλάττει μὲν ἁπάσης [*](a 800 A.) αὐτοὺς αἰτίας, ὑπισχνεῖται δὲ χρηστῶς καὶ ἀμνησικάκως χαριεῖσθαι τὰ κατ᾿ εὐχὴν, καὶ ταῖς ἐπέκεινα λόγου κατευφραίνειν φιλοτιμίαις. βούλεται δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογtaaόι, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν b τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾿ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν [*](c) εὐκαρπίαν καὶ γονιμότητα.
Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως [*](Cf. Col. iii. 12.) περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, [*](Ps. cxxvii. 2.) καὶ οὐκ ἔσται κατ᾿ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ανουστατὸν πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτῆρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί [*](S. Luc. xii. 17. 18, 19.) [*](25) “ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, “ καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ [*](d) “ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “ Ἄφρον, φησὶ, [*](Ib. 20.) “ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ [*](1. ἁπάσης αὐτοὺς hoc ordine Β, 2. χρηστῶς assumptum ex Β. 4. αὐτῆς] αὐτοὺς Edd. II. ὅτι Om. Β. 12. ἔχει iid. 15. ὧν] ὡς iid. 17. τοι] τε iid. 18. γονιμότητα] ὅτι γονιμωτάτη iid. 19. ἔχει iid. οἰκτιρμῶν iid. 23. οὗ] ὃν iid. εὐφορηκέναι Β. ἐμφορσκέναι Pont. ἐμπεφορηκέναι Aub. 26. πολλὰ assumptum ex Β. 28. τοιάδε] τοιαῦτα Edd. ὁ assuinptum ex Β. )
Ἐβαρυνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶ, λέγει Κύριος, καὶ εἴπατε ’Εν τίνι κατελαλήσαμεν κατὰ σου; κὼ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέοι ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα [*](861 A. a) αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεώ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύρω, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.
Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν [*](b) ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ’ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ’ ἑτέρῳ τινὶ τοὺς ἐξ ’Ισραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ’ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ [*](1. Cor. x. c 11.) ἡμῶν συμβέβηκε τυπικῶς “ ταῦτα γέγραπται πρὸς νουθεἀνδρίᾳ [*](6. Β. 9. καθὼς Edd. 10. ἐβαρύνατε Β. ἐβαρύνετε F. Edd. ἐν τοῖς λόγοις F. (42. Co.) 11. καὶ assumptum ex Β. 15. ἀνοικοδομοῦνται] + πάντες Edd. (Vat. ᾖ ἀντέστησαν] καὶ ἀντέστησαν τῷ Edd. (Vat.) 16. τὸν om. Β. (XII. 233.) 20. ἐθέλει Β. 21. ἐπταισμένα Β. 22. ἕλοιντό γε] ἕλοιντό τε Edd.)
Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ’ ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ [*](Deut xxxii. 9.) πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοις [*](e) Ὕμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου [*](a 862 A.) πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται [*](2. τοίνυν] + τοὺς Edd. 3. καταλυπεῖν] καταλαλεῖν iid. 5. τὸ assumptum ex Β. 6–8. τουτέστι—αὐτὸν om. Β. 11. τίς] τί 12. ἑμαρτοεπείας] ἁμαρτίας iid. 13. Haec τὴν γῆν accesserunt ex 16. νόμον iid. 22. ἀκρίδι] ἀκρίσι iid. 23. ἤθελον iid. ante Migne. τε pro δὲ iid. Statim καὶ om. Β. 24. δείμασι] δαίμοσι iid. δείμασι quod nunc leposui ex Β., conjecerat Pontanus. 29. Βαβυλωνίαν iid.)