In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἒπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε ’Εν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. κω ἔρευε ’ν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρχαὶ μεΘ’ ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε e εἰς ἀυτὰ, κω ἐμὲ ὑμεῖς πτερωίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.

Ἀποστήσας εὖ μάλα τῆς καθ’ ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ [*](a 858 A.) μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς [*](2. τῶ om. Aubertus. Statim καθήκοντι pro καθεστηκότι Edd. 3. πατέρων] προγόνων iid. 6. προσεοικὸς iid. ante Migne. Statim τῶν pro τοῖς iid. 13. εἰ B. (Alex. XII.) cf. infra. μήτι Edd. (Vat. ℵ). 14. ἐπτερνίκαμέν Β. (Alex. 106.) ἐπτερνίσαμέν Edd. 16. Haec εἰς αὐτὰ accesserunt ex B. (22. al.) 18. αὐτοῦ ἔσται ἡ δ. αὐτοῦ Β. (Alex. XIL) ἐν τῷ οἴκῳ αὐτοῦ post ἡ δ. αὐτοῦ transp. Vat.] αὐτῶν ἡ δ. αὐτῶν F. Edd. 19. ἑαυτοῦ] ἑαυτῶν Edd. 22. ἡμερότητα accessit ex Β. 33. θέλουσι Edd. 25. καὶ assumptum ex Β.)

608
ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἐστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς [*](Es. xliii. 26.) ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι “ Λέγε σὺ [*](b) “ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·’’ ψάλλει δέ που [*](Ps. 1. 5.) καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, [*](Hiob xiv. 4.) “ καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.” “Καθα- “ ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,’ κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ. καλεῖ τοιγαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας. Ερομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας [*](c) τὸν τρόπον, Εἰ πτερωιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἣ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶντάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ τῷ ’Ιακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν Gen. “ Ἐπτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά [*](Gen. xxvii. 36.) “ μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.’’ ἆρ’ οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε;

[*](d)

Χρῆναι δὲ ὑπολαμβάνω πρὸς ἀκριβῆ διασάφησιν τῶν προκειμένων ἡμῖν ἐννοιῶν ὀλίγα ἄττα καὶ νῦν εἰπεῖν, ἃ καὶ ἐν τοῖς τοῦ Ἔσδρα γέγραπται βιβλίοις. ἐπειδὴ γὰρ ἐπανῆκον [*](2. ἔστιν ἰδεῖν hoc ordine Β. δεινά Edd. βίω] + τὴν iid. 4. ἀμαθῶς] ἀληθῶς iid. 6. Haec λέγειν εἶναι accesserunt ex B. 7. ὅτι om. B. 8. ἁμαρτίας] ἀνομίας Edd. που et ἡμῖν et ὅτι oni. Β. 12. ἄρα assumptum ex Β. 13. διανιζούσης] διανιπτούσης Edd. 19. καὶ] + τι iid. 21. φονᾶν] φθονεῖν iid. 22. ἐπτέρνισε hahet B. τοῦτο post δεύτερον transp. iid. 23. ἔλαβε] εἴληφε iid. (Alex.) Statim καὶ add. iid. 27. ὀλίγα accessit ex B.)

609
εἰς τὴν Ἰουδαίαν τὴν Βαβυλωνίων ἀφέντες γῆν οἱ ἐξ Ἰσραὴλ, κατῳκήκασι μὲν ἐν τοῖς Ἱεροσολύμοις· ἐγήγερτο δὲ καὶ ὁ θεῖος ναὸς, καὶ ἦν ἐν κόσμω λοιπὸν τὰ τῶν ἱερέων τάγματα, [*](2 Esdr. vii. 1.) ᾠδοὶ καὶ ἱεροψάλται καὶ οἱ τοῖς πυλῶσιν ἐφεστηκότες. εἶτα τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ’ οὐδὲν αὐτοῖς τῆς [*](e) θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ [*](Snpra i. 13.) τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ῳρᾳ ’τον ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυγῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, [*](a 859 A.) προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτουργιαις. οὐδενὸς τοιγαροῦν προσκεκομισ μένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, [*](b) καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι τὰ τέκνα, μέχρις ἂν Ἔσδρας εἰς αἴσθησιν κεκλημένος τῆς [*](2 Esdr. v.) θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρχὰς, [*](Ib. xii. 7-12.) καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησαν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς [*](1. ’Ισραὴλ] ῾Ιερουσαλὴμ Edd. 2. ἐγήγερται iid. 5 τί om Β. 7. λελόγισται iid. 8. ἀρχαίας pro θείας iid. 10. ἀγρὸς] ἀργοῖς iid. ante Migne. 13. καὶ] οὐ iid. 14. ἵνα iid. 16. προσμένωσι iid, 18. διεσκεδάσθησαν] κατεσκευάσθησαν iid. Statim μὲν assumptum ex B. 20. ναὸς] λαὸς iid. Statim οὐ θυσίας—Θεοῦ om. B. 21. κατεφθείρετο iid. 23. τε om. B. 28. οἱ assumptum ex B. )
610
ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ’ ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί.

[*](c)

Καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται φησὶν ἡ διαρπαγὴ αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι Συνεκομίσασθε μὲν ἐξ ἀγρῶν ἐν τοῖς οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ’ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα. Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις [*](d) κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἃν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ’ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ’ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ [*](1 Tim. vi. 18.) αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα.

Ἐπιστρέψατε δὴ ἐν τούτω, λέγει Κύριος Παντοκράτωρ· ἐὰν μὴ [*](e) ἀνοίξω ὕμ’ τοὺς καραῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὕμ’ τὴν εὐλογίαν νοῦ, ἕως του ἱκανωθῆναι· καὶ διατελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, κὼ ὁδ’ μὴ ἀσθενήσῃ ὑμῶ ἡ ἄμπελος ἡ ἐν ἀΓρῷ, λέγει Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.

[*](6, 7. δὲ et ἀλλ’ assumpta ex Β. 1 1, δὴ assumptum ex Β. 12. ὧν] ὃν Edd. 13. χώραν pro χάριν iid. 17. ἐπιδοίημεν iid. 17–19. Haec σκορπιεῖ—προτιθέντας accesserunt ex B. 22. ὑμὶν τὴν μου Β. ℵ Alex. XII.) ὑμῖν post μου transp. Edd. (Vat.) 24. διαφθείρω ὑμῶν Β. (Vat. ℵ) διαφθαρῶ ὑμῖν F. Edd. διαφθερῶ ὑμῶν Alex.] )
611