In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, τοὐς ἱερεῖς. ἐἀν μὴ εἰσακούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξα τῷ ὀνόματί μου, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν [*](4. διακεισώμεθα Aub. 10. ἐνὸν αὐτῷ] τὸν αὐτὸν Edd. 23. οὔτι] οὔτε iid. 25. ἡ om. F. Edd. τοὺς Β. (106.) οἱ Edd. εἰσακούσητε Β. ὑπακούσητε Alex. 36, 49. 106.] ἀκούσητε Edd. (Vat. &c.) 26. ἐν καρδίαις Β. 28. τὴν prius om. F.)

571
ὑμῶν, κοὶ οὐκ ἔσται ἐν ὑμῖν, ὁτι ὑμεῖς οὐ τίθεσθε εῖς τάς καρδιας μυων.

[*](c)

Παρίησι φιλαγάθως τὰς ἐπὶ τοῖς ἤδη φθάσασιν αἰτίας, καὶ νέμει τὸν ἔλεον, εἰς ἀρχὰς ὥσπερ ἐπιεικείας ἀνατιθεὶς τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρηστῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς. ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδημάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ [*](a 834 A.) τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατ’ ἃς κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδέαω αὐτὴν, ἐκεῖνο τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς [*](b) ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί. ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρατήσει δὲ μᾶλλον τὰ ἐφ’ οἷς εἰκότως ἂν καταλγύνοιτό τις.

Καὶ ταυτὶ μὲν ὁ λόγος ὡς ἐν αἰσθητοῖς τε φησὶ καὶ προσκαίροις πράγμασιν· εἰδέναι δὲ ἀναγκαῖον, ὡς εἰ μή τις ἕλοιτο τὰς θείας εἰς νοῦν ἔχειν ἐντολὰς, οἰχήσεται παντελῶς αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἁλλ’ ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ [*](c) παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ [*](1. τὰς καρδίας Β. (86.) τὴν καρδίαν Edd. 5. γὰρ] μὲν Edd. 6. τοὺς Β. ut supra. οἱ iid. 7. ἕλοιντο] ἔχοιντο iid. 9. ἔσονταί τε Β. Statim αὐτῶν Edd. 12. καταράτους] κατηραμένους iid. 16. εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνία] εὐκαρπίαι τε ἔσονται καὶ εὐθηνίαι iid. 18. αὐτοί om. Β. 21. εἰκότως ἂν hoc ordine Β. καταγένοιτό pro καταλγύνοιτό iid. 22. φησι assumptum ex Β, 24. παντελῶς] πάντα Edd. 28. τούτων iid. δόσιν] δόξαν iid.)

572
τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτῆρ’ [*](S.Matth. v. 16.) ἐδίδαξεν εἰπών Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι “τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.’ τότε καὶ τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν, [*](d) καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοι τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέπαινον διαζήσομεν βίον.

Ἰδοὺ ἐγὼ ὑμῖν ὕμ’ τὸ ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶ, ἔμῶν, ἑορτῶν ὑμῶ, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος Παντοκράτωρ.

[*]()

Κέκρυπταί τι πάλιν ἐν τοῖς προκειμένοις, ὃ καὶ οἶμαι δεῖν τοῖς φιλακροάμοσι διατρανῶσαι σαφῶς· συνεῖεν γὰρ ἃν οὕτω εὖ μάλα τὸ δηλούμενον. ὁ νόμος τοίνυν ὁ διὰ Μωυσέως ταῖς ἀνωτάτω τιμαῖς τὸν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουργὸν στεφανῶν, οἷον ἐν τάξει Θεοῦ [*](Deut. xviii. 1. 1 Cor. x.)τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη ’δε που καὶ ὁ θεσπέσιος Παῦλος “βλέπετε τὸν [*](835 A. a) Ἰσραὴλ κατὰ σάρκα. οὐχ οἱ ἐλλίζοντες τῷ θυσιαστηρίῳ, “κοινωνοῖ τοῦ θυσιαστηρίου εἰσίν;” ἔθος γὰρ ἦν ἀπὸ [*](Lev. iii. 4, 10, 15, iv. 9, vii. 20-24) θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν [*](1. αὐτὸς] αὐτὸ Edd. ante Migne. 3. ἔργα ὑμῶν hoc ordine Β. 7. ἀξιέπαινον] ἐξαίρετον iid. g. ἀφοριῶ F. II. εἰς] ἐπὶ F. (Alex. 42. 106.) γνώσεσθε Β. ) ἐπιγνώσεσθε Edd. (A.V. &c.) Statim ὅτι (23.) διότι Edd. (A.V. c.) Κύριος assumptiim ex B. (Alex. XII.) Statim ὀπέσταλκα Β. (sol.) ἐξαπέστειλα F. (42. (42. 86. 147.) 15. διατρανῶσαι] διατρανοῦσθαι Edd. 23. ἀφιεροῦσθαι] ἀφαιρεῖσθαι iid. στηθύνιον αταθύνιον Cod. ?] καὶ βρ. Β. βρ. καὶ στηθήνιον iid.)

573
ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. [*](b) βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι ’δε φημι πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ πάντα τὰ ἐντός μου [*](Ps. cii. 1.) “τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.”

Καὶ περὶ μὲν τῶν ἐντοσθίων καὶ τῶν τελουμένων θυσιῶν [*](Cf. de Ador. lib. xi. pp. 394 sqq.) Ador. κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἅγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν. προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκοπεῖσθαι [*](c) δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομίζεσθαι ζεσθαιτῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μερ́η, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλουμένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντες τε καὶ ἐμπεδοῦν δπουδάζοντες ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν [*](d) Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφοριζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέρριψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτητοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσται·” [*](1 Reg. ii. 30.) λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὰ, τουτέστιν, ἐν αὐτῷ δὴ [*](2. προσεκομίζοντο Edd. 4. γεμὴν] τε μὴν iid. 9. τῶν alt. assumptum ex Β. 13. σπουδάσωμεν Edd. 14. ἱερεῖς ] ἱερὰ iid. 16. ἐκ assumptum ex B. 17. τετηρήκασι] ἠτεθήκασι iid. 18. τὸ τῷ Θεῷ ] τοῦ Θεοῦ iid. ig, πράττοντες pro προτάττοντες iid. 20. ἅπερ iid. θυσιῶν] θυμάτων iid. Statim συναγείροντες iid. 24. ὥσπερ om. Β. 25. αὐτοὶ ἀτιμάζουσι hoc ordine Β. 26. Θεὸς τὸ assumpta ex Β. Praemisit ὁ Β, quod postea deleri voluit. 27. ἐξουδενῶν Edd. ἐξουδενωθήσεται habet Β.)

574
[*](e) τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω. ἀνθ’ ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ’ οὐδένα τρόπον ἀνέχεσθε καταρρᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμο- [*](Cf. supra i. 10.) σκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ’ ὑμῖν τῶν θυρῶν, τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας. ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἢν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι [*](836 A. a) τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφελεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι.

Ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καί τῆς εἰρήνης.

Ἀνακομίζει τὸν λόγον ἐπὶ τοὺς ἁγίους τε καὶ εὐδοκίμως ἱερατεύσαντας, καὶ ἀξιάγαστον ἀληθῶς ἀποφαίνει χρῆμα [*](b) τὴν ἱερουργίαν, τό γε ἧκον εἰς νόμον, καὶ τὴν ἐκ τῶν θείων χρησμῳδημάτων ὄνησιν καὶ ἀσφάλειαν. ὡς γὰρ ὁ σοφώ- [*](Rom. vii. 12.) τατὸς γράφει Παῦλος “Ό νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία “καὶ δικαία καὶ ἀγαθή.” ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱεράτευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ [*](c) αὐτὸ τοῦθ’ ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφούμενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς φήνης. λελάλητο μὲν γὰρ ὡς [*](4. εἶναι assumptum ex Β. χρῆμα pro χρῆναι Β. 7. διαθήκην] διάθεσιν Edd. 9. μυστηρίοις] θυσιαστηρίοις iid. 10. τῷ assumptum ex Β. πράττεσθαι Β. 23. τοὺς λόγους Edd. 23. εἴπ’ ἐκεῖνον iid. 24. ἱερατεύουσιν iid. 26. τοῦτο iid. 28. διάθεσίς iid. λελάληται iid.)

575
πρὸς Μωνσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, διακονηθεὶς [*](Gal. iii. 19.) δἰ ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν.

Ἔοικε δέ τι καὶ τῶν ἀναγκαιοτέρων εἰς θεωρίαν ὁ λόγος ἡμῖν εἰς τὸ παρὸν ὑπαινίττεσθαι. δέδοται γὰρ ὁ νόμος τοῖς [*](d) ἀρχαιοτέροις, ἤγουν τοῖς ἐξ αἵματος τοῦ Ἰσραὴλ, παδαγωγίαν εἰσφέρων τὴν ἐπὶ Χριστῷ, καὶ εἰκόνα τινὰ καὶ ὑποτύπωσιν τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ· [*](S. Joan. v. 46.) “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ [*](e Exod. xii. 2-13.) ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τἃς τῶν οἶκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυρρά τε καὶ ἄμωμος, ἧς ἡ [*](Num. xix. init.) σποδιὰ μεθ’ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους πρὸς τὴν [*](Heb. ix. 13.) “τῆς σαρκὸς καθαρόnιτα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος [*](Exod. xii. 15.) ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ απαξαπλῶς [*](Lev. i. 14. xii. 6.) ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διόιθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δἰ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν [*](a 837 A. Eph. ii. 18.) τὴν πρὸς τὸν Θεὸν καὶ Πατερα, εἰρηνεύομέν τε πρὸς αὐτὸν δἰ ὑπακοῆς καὶ πίστεως.

Καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσαι αὐτόν.

[*](2. μεσίτου Μωυσάως] μεσίτην Μωσέα Μωυσέα Pont.] Edd. 3. παραγγελίαν iid. 8. ἀρχαίοις iid. Statim ἤγουν assumptum ex B. Λευὶ pro τοῦ Ἰσραὴλ iid. 9. τὴν ἐπὶ] ἐπὶ τῷ iid. 10. ἡ δὲ ἁλήθεια ὁ ] ὀληθὴς δὲ iid. 12. ἔφασκον iid. ante Migne. 14. ὁ assuraptum ex Β. 16. ἀνασώζειν ἐθέλων] ἀνασώζων Β. 19. καθὼς Edd. 21. ἔμπλεως assumptum ex Β. 27. συστέλλεσθαι F. Edd.)
576

Ἀπαριθμεῖται χρησίμως τὰ λαμπρὰ τῆς ἱερωσύνης αὐχήματα, διὰ τῆς τοῦ νόμου μυσταγωγίας ἐξαιρόμενα. ἐνετίθει [*](b) γὰρ μάλιστα τοῖς ἱερουργοῖς τὸν τοῦ Θεοῦ φόβον, στέλλεσθαι μὲν ἀναπείθων ἀπὸ προσώπου ὀνόματος αὐτοῦ, τουτέστιν, ὑφορᾶσθαι καὶ ὑποστέλλεσθαι παρασκευάζων τὸ ὄνομα τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἁλλ’ ἐσπουδασμένην· οὗ τί ἃν γένοιτο [*](Prov. xiii. 13.)τιμαλφέστερον ; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν [*](Sir. i. 11.)“Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος κυρίου δόξα “καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί [*](c) φησιν αὐτοὺς, ἀλλ’ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς ἀκροωμένοις κατασημαίνουσιν.

Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὐρέθη ἐν χείλεσιν αὐτοῦ.

[*](Lev. xix. 11.)

Ἐκέλευε γὰρ ὁ νόμος καὶ τοῦ ψεύδους ἀποφοιτᾶν, ὀρθά [*](Exod. xxiii. 1, 2, 6, 7.) τε καὶ δίκαια λαλεῖν καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν [*](d) ἀλήθειαν ὀνομάζειν ὀνόμαζε ἱν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεαι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἁλλ’ ἦν ἐν αὐτῷ τῆς ἁληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. [*](2. ἐξαιρόμενα] ἐξευρημένα Edd. 6. αὐτὸν iid. 10. τοῖς assumptum ex Β. 13. ὡς assumptum ex B. 14. οἱ τῶν λέξεων ἀναδιπλασιασμοὶ Edd. 1 7. ἦν ἀληθείας inveiso ordine F. Edd. τῴ oin. F. Edd. 21. ἀλήθη] εὐθῆ Edd. 22. τὸν alt. om. B. 23. πεφορηκέναι Edd.)

577
ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτῆρ’ [*](e) “Μη νομίσητε ὅτι ἦλθον καταλύσαι ’τον νόμον ἤ τοὺς [*](S.Matth. v. 17. 18.) “προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν “γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα “ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἃν “πάντα γένηται.

Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὐς ἐπέστρεψεν ἀπὸ ἀδικιας.

Τὸ εἰρηνεύειν πρὸς Θεὸν, τί ἂν ἕτερον νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ ἑτέρων, οἵπερ ἂν εἶεν τῶν θείων λογίων ἐπιστήμονες, ἢ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾶν ἃ βούλεται, καὶ [*](a 838 A.) κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, κατορθοῦν δὲ μᾶλλον ἐπείγεσθαι τὴν εὐκλεᾶ πολιτείαν καὶ ἀξιάγαστόν τε καὶ ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς [*](Rom. v. 1.) “Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῆ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν [*](b) αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής Οὐκ οἴδατε ὅτι [*](S. Jac. iv. 4.) “ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν βου- “λήθῃ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- “σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ’ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, [*](1. ἀρχαιοτέροις Edd. 5. γὰρ om. Β. 8. ἐπέστρεψεν] ἀπέστρεψεν F. Aub. (22 al.) cf. infra scholii sequentis sub initio. Statim ἐξ B, (sol.) sed cf. infra. 16. ὦμεν Pont. Quod legit B., nescio. 17. γὰρ et τε assumpta ex B. 18. δὲ] + καὶ Edd. 20. ῥυπαρᾶς] βδελυρᾶς iid. 24. καὶ ὃς iid. 26. ἐπιστρέψαντες iid.)

578
κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά [*](c) τε δἰ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους.

Πρέποι δ᾿ ἃν μάλιστα τὸ ἔν γε τούτοις εἶναι τοῖς ὁσίοις ἱερουργοῖς, περὶ ὧν ἃν λέγοιτο, τὸ μάλα εἰκότως Ἐν εἰρήνῃ κατευθυνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεφεν ἀπὸ ἀδικίας. ἰχνηλατεῖ γάρ πὼς τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἃν ἔρχοιντο δι’ εὐθείας ὁδοῦ σώζουσι [*](d) πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἃν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις.

Ὅτι χείγη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζτήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἀστι.

[*](Supra ver.6.)

Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ [*](e) λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ [*](Rom. ii. 20.) “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων [*](S.Matth. xv. 9.) λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳ- [*](839 A. a) δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν [*](1. δὲ assumptnm ex Β. . αὐτὴν) ἑαυτὴν Edd, τε assumptum ex Β. 4. εἶναι] + ζητεῖν Edd. 7. ἡγουμένων iid. 14. ὄτι F. (22. al.) 15. πολλὰς Edd. ἀπέστρεψεν habet Β. ἀπὸ ἀδικίας assurnpta ex Β. Statim παραπεπόρενται Edd. 16. ἐν εἰρηνῃ μετὰ] εἰρήνην κότα iid. 17. πεφόρηκε iid. 18. ἀναγκαῖον iid. ante Migne. 26. γνώμης] γνώσεως iid.)

579
τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- [*](Prov. xxi. 20.) “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ [*](b) τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- [*](S.Matth. xv. 9.) “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ [*](Deut. iv. 2.) ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. [*](c) ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα.

Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε έν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λεθὶ, λέΓε Κύριος Παντοκράτωρ.

Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιεικείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων [*](d) ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, “τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·” [*](2 Cor xii. 9.) οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν [*](4. ἀπαγγέλλουσι alt.] ἀκηκόασι Edd. 5. πλεἶον iid. 8. ἀνθρώπων] + καὶ iid. 10. γέγονεν] + ἐπ’ iid. 11. νόμος] + ἔφη γάρ που iid. 12. γὰρ assumptum ex Β. οὐκέτι pro οὐκ ἔστι iid. 14. ἀπαγγέλλει iid. 16. τὸ assumptum ex B. 18. πολλοὺς ἠσθενήσατε hoc ordine B. (Alex. XII.) οὐ 19. καὶ assumptum ex B. (Alex. VII.) τοῦ om. F. (91.) 24. τελεῖται B., τελεῖται ad τελειοῦται corriori volens. καὶ assumptum ex B. 25. ἐκφανεστέραν Edd. 26. ἔνδειαν ] εἰδέαν e suo correxit Migne, sed frustra.)

580
[*](Supra ver. 6.) διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς [*](Ib. 7.) ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, [*](e) καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- [*](840 A. a) λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον;