In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Kαὶ νυν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶ Aerei Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶ γέγονε ταῦτα· ei λήψομαι ἕε ὑμῶν πρόσωπα ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.

Kαλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ [*](b) ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ [*](Ps.cxliv. 14. et cxlv. 8. Ez. xxxiv. 16.) ἀνορθῶν τοὺς κατεῤῥαγμένους, μένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Εξιλασκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἥμων, ὑπεμφήνειεν ἀν’, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ [*](c Ps. xxxiii. 16.) “ γὰρ κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἠσαίου “ Ὅταν [*](Es. i. 15.) “ τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς “ μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- “ κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

Χρὴ τοιγαροῦν ἐξιλάσκεσθαι τοὺς ἡμαρτηκότας, εἰ δή πὼς ἄρα μεταστρέψειαν ἐφ’ ἑαυτοῖς τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ τὰ ἐκ τῆς ἀποστροφῆς ἐσόμενα διακρούσαιντο βλάβη. καθορίζει ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν [*](d) ἄρνησιν. οὐ γὰρ ἃν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν [*](1. ὀρθωποδοῦντα (sic) Edd. ante Migne. δὲ] τε B. δεκτοὶ τῷ Κυρίῳ] δεκτοί τε Edd. 2. φιλαρέτῳ iid. 3. Haec λέγει κύριος Παντοκράτωρ accesserunt ex B. (sol.) 8. προαποσείσασθαι] προσαποσείεσθαι Edd. 12. ἡμῶν Β. (147.) ὑμῶν iid. Statim ὑπεμφαίνειεν iid. 16. ὀφθαλμὸς iid. 23. μεταστρέψειεν iid, 24. τὰ assumptum ex B. ἀποκρούσαιντο Edd. καθαρίζει B.)

562
γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν οὐχ ἐτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ’ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ τούτων ἐλέγχους, ἀλλ’ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ [*](e) καὶ εἷς ἐξ ὑμῶν, οὐδ’ ἃν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. [*](Ps. xlix. 21) ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὑπελαβες “ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε πρόσωπον ὁ κριτής· ἀλλ’ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός.

Δῶτ’ κα ἑ ὕμ’ συγκλεισθήσονται θύραι, κω οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεᾶι.

[*](828 A. a)

Εὐαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας ὡς ἐν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ’ αὐτοὺς, [*](Hiob xii. 14.) ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “ Ἐὰν [*](b) “ γὰρ κλείση κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει ” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι [*](1. 2. οὐχ et καὶ αἴτιοι assumpta ex Β. 5. τὸ] τὸν Edd. ἡμᾶς iid. Utrumque correxit Migne. 6. ἐγὼ asstxmptum ex Β. 8. τούτου iid. Statim καὶ assuniptura ex B. διὰ φωνῆς oin. B. 9. σε assumptum ex B. 11. εὐθὺς Edd. 15. εὐάφορμον B. 17. παυσομένης B. Statim καὶ τῆς—ἀναδείκνυσθαι om. Β. 21. τὰς Β. δὲ Edd. 26. τηροῦντες] πληροῦντες iid. διὰ τῆς] δι’ iid.)

563
γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὠσηέ “Διότι ἡμέρας πολλὰς καθί- [*](Hos. iii. 4.) “ σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “ οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, “ οὔτε δήλων.” οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, [*](c) κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ’ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός.

Ἐπειδὴ δὲ προσεπάγει τούτοις τό Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, ἐν ἤθει φαμὲν γεγενῆσθαι τὸν λόγον. βούλεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν, καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ [*](d) κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ’ ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ἤδη κολάζοιντο. ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ’ οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήινός τε καὶ [*](e) βέβηλος ὁ Ἡσαῦ, ὅτι “ βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- [*](Heb. xii. 16.) “ τόκια αὐτοῦ.” οὐκοῦν ὅταν λέγη Οὐκ ἀνάψετε τὸ θυσταστήρίον μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτὴ, καθ’ ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον.

Ἰστέον δὲ ὅτι ἡ τῶν Ἑβραίων ἔκδοσις ἑτέραν ἔχει τὴν [*](4. Haec οὐδὲ ὄντος θυσιαστηρίου assumpta ex Β. 6. κατάλειψιν] κατάληξιν Edd. 8. κλεισθήσεσθαι iid. 8, 9. τὰς et ὥσπερ et τοῦ assumpta ex Β. 12. ἀνάψετε] ἂν ἅψετε iid. ante Migne. 16. τιμῷεν] τιμῶντες iid. 21. καὶ μάλα εἰκότως om, Β. 23. παρὰ Θεοῦ] παρ’ αὐτοῦ iid. ὠνόμασται] + τε iid. 24. προὔδωκε] ἀπέδοτο iid. 25. ἑαυτοῦ iid. λέγει iid. 27. ἡ om. Β.)

564
τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲ τὴν τῆς λέξεως συν- [*](829 A. a) θήκην. ἔφη γάρ Ὅτι ὑμεῖς τε οἱ Λευῖται, καὶ μὴν καὶ οἱ ἱερεῖς, οἵ τε τὴν ἐσχάτην ἐν τῷ ναῷ τάξιν ἔχοντες, καὶ τεταγμένοι πρὸς ὑμῶν εἰς τὸ κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιστήριόν μου δωρεὰν, τουτέστιν, οὐκ ἀμισθὶ ποιεῖσθε τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια.

Ἀνθ’ ὅτου δὲ οὖν κατημέληται τὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐν φροντίδι γέγονε τὸ προὐργιαίτατον,—

[*](b)

Οὐκ ἕου μοι Θέλημα ἑ ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ Θυσίαν οὐ προσδέξομαι ἐκ τῶι χειρῶν ὑμῶν. Μου ἀπό ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ἄονμά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, κω ἑ παντί τόπω Θυμίαμα προσάγεται τῷ ἀνόματί μου καὶ Θύμα καΘαρά· διότι μέτα τό ὄνομά μου ἑ τοῖς ἔθνεστ, λέγε Κύριος Παντοκράτωρ.

Ἀποφάσκει λοιπὸν ἐναργῶς τῆς κατὰ νόμον θυσίας τὴν [*](c) προσαγωγὴν, μονονουχὶ δὲ καὶ ἀποφοιτᾷ τῆς εἰς Ἰουδαίους ἀγάπης, καὶ ἀνεθέλητον ποιεῖται τὴν ἱερωσύνην καὶ ἀπαράδεκτον τὴν σκιὰν, βουθυσίας δὴ λέγω καὶ καπνοὺς, ὅτι μήτε ἐν ἀρχαῖς ὁ σκοπὸς ἦν οὗτος αὐτῷ. καὶ τοῦτο ἡμῖν ἐναργὲς καὶ δι’ ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν [*](Es. i. 11-13.) φωνῆς Ἡσαΐου “Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ “ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, “ οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα [*](d) “ ἐκ τῶν χειρῶν ὑμῶν ; πατεῖν τὴν αὐλήν μου οὐ προσθή- [*](2. Λεβῖται (sic) Edd. ante Migne. 3. τε assumptum ex B. κοὶ τεταγμένοι] τεταγμένοι τε Edd. 6. ἡμὶν iid. 9. τῇ προυργιαιτάτῃ iid. 10. μοι B.F. (36. al.) μου Edd. 12. ἡλίου] + καὶ Edd. (Vat. ℵ) invito Β. (Alex. XII.) 16. θυσίας] λατρείας Edd. 20. ὁ σκοπὸς ἦν οὗτος αὐτῶ οὗτος ἢν ὁ σκοπὸς αὐτοῦ iid. Statim καὶ μὴν add. iid. 22. ὁλοκαυτώματα Β. cf. supra 307 a. 23. τράγων καὶ ταύρων inverso ordine Β. ut supra 1. c.)

565
“ σεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- “ λυγμά μοι ἐστί·” διὰ ’δε γε τῆς Ἱερεμίου φωνῆς “ Συνα- [*](Ηιερ. ωιι. 21.) “γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν “ καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας “ ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- “ γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας [*](e) ὁ νόμος ἦν, καὶ “ δικαιώματα σαρκὸς,” ὡς ὁ θεσπέσιος [*](Heb. ix. 10.) γράφει Παῦλος, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.” ὁ δε γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι [*](Ib. viii. 7, 13.) λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἢ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας ἐστί. λελάληται γὰρ δι’ αὐτοῦ τοῦ τίου, ὃς καὶ Μεγάλης [*](Es. ix. 6. a 830 A. S. Joan. xii. 49.) βουλης ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν “ Ἀπ “ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατῆρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω.”

Ἔφη τοίνυν ἐναργῶς τοῖς κατὰ τὸν νόμον ἱερατεύουσιν, ὡς ἀνεθέλητοί τε εἰσὶν αὐτῷ, μᾶλλον δὲ ὡς ἐν αὐτοῖς οὐκ ἔχει θέλημα ἐν σκιαῖς καὶ τύποις πληροῦσι τὰς θυσίας, καὶ ὡς οὐκ ἂν προσδέξαιτο τὰ παρ’ αὐτῶν ἱερουργοῦ μένα. προαγορεύει δὲ ὅτι καὶ μέγα καὶ ἐπιφανὲς ἔσται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, καὶ ἐν παντὶ τόπῳ τε καὶ ἔθνει θυσίαι καθαραὶ καὶ ἀναίμακτοι προσκομισθήσονται [*](b) τῷ ὀνόματι αὐτοῦ, κατασμικρυνόντων αὐτὸν οὐκέτι τῶν ἱερουργῶν, οὔτε μὴν ῥᾳθύμως προσκομιζόντων αὐτῷ τὰς πνευματικὰς λατρείας· ἀλλ’ ἐν σπουδῇ κοὶ ἐπιεικείᾳ καὶ ἁγιασμῷ τὰς τῶν νοητῶν θυμιαμάτων εὐωδίας [*](2. συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν hoc ordine Β. συναγάγετε post ὑμῶν transponunt Edd. (A.V. & c.) 4. τὰ habet Β. 7. τῆς et λατρείας om. Β. ἀληθοῦς Edd. 8. ὁ alt. assumptum ex Β. 11. ὅτι] ὅτε iid. 12. διαθήκη] διάθεσις iid. 14. ἐξῃτήθη Aub. 15. λελάληκε Edd. δι’ αὐτοῦ τοῦ Υἱοῦ] δι’ αὐτῆς iid. 18. δέδωκε Edd. 19. τὸν assumptum ex Β. 21. θελήματα iid. σκιᾷ iid. τὰς assumptum ex Β. 22. τὰ παρ’ αὐτῶν hoc ordine B. 23. καὶ prius assumptum ex Β.)

566
ἀνακομίζειν ἐσπουδακότων, τουτέστι, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ τὰ ἐξ ἔν ἀγαθῶν αὐχήματα, προτεταγμένης δηλονότι τῆς Χριστοῦ θυσίας τῆς οὐρανίου καὶ ζωοποιοῦ, δι’ ἧς [*](c) κατήργηται θάνατος, καὶ ἡ φθαρτὴ δὴ αὕτη καὶ ἀπὸ γῆς σὰρξ ἀμφιέννυται τὴν ἀφθαρσίαν.

Ὑμιῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη εστί, κω τ’ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.

Ὅτι καὶ ἀμείνους ἔσονται καὶ ἐπιεικέστεροι τῶν ἐξ Ισραὴλ οἱ ἐξ ἐθνῶν κεκλημένοι, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. παρ’ ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι [*](d) καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ’ ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξη μεγάλη καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεαζ Κυρίου ἠλισγημένη ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ’ αὐτῆς. καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγμασι [*](Ps. xiii. 1.) τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ “ Ὁ ἄφρων φησὶν “ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐστι Θεός.” δι’ ὧν γὰρ ὁρᾶται [*](e) καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ’ οὖν ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουργεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ [*](2. προστεταγμένης Edd. 4. φθαρτὴ] φθορὰ Β. 7. ἐξουδένωνται Β. (Alex. XII. ℵ sed corr.) ἐξουδένωται Edd. 1 1, τε assumptum ex B. 12. εὐῶδες τὸ lioc ordine Β. 13. μέχρι] καὶ ἕως Edd. 15. αὐτὰ Β. (68.) 20. λέγῃ Edd. iuvitis Β. Cat. in Ps, xiii. 23. ἀπεριμερίμνως] ἀπερριμμένως haud male Catena cit. in Cod. Reg. Par. 139 (sec. x. ineuntis) ἀπερισκέπτως Mai in edit. e Nik., et Cod. S. Marci Venetiis 17 (sec. x.) eandem Catenam quain Cod. Par. supradictus continens. 24. ἀρνοῦνται] + τὸν Edd. repugnantibus B. Cat. cit. 36. τε om. B.)

567
ὀφειλόμενον σέβας, δι’ αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα [*](a 831 A.) κυρίου ἠλισγημένη ἐστί.

Παραιτητέον δὴ οὖν τὸ ῥᾴθυμον ἐπὶ τούτοις· καὶ μή τις ἕλοιτο τοῦτο δρᾶν, ἀκούσεται πάντως Θεοῦ λέγοντος “Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι [*](Supra ver. 10.) ἐκ τῶν χείρων ὑμῶν. πάνδεινον ’δε ὅτι τὸ προσκρούειν Θεῷ, πῶς ἂν ἐνδοιάσειε τις, εἴπερ ἐστὶν ἐν καλῷ καὶ νοῦ καὶ φρενός;

Καὶ εἶπατε ταῦτα ἐκ κακοπαθείας ἐστί. καὶ ἐξεφύσησα αὐτἀ, λέγει Κὐριος Παντοκράτωρ. καὶ εἰσφέρετε τὰ ἁρπάγματα [*](b) καὶ τὰ χωλὰ κὼ τὰ ἐνοχλούμενα· καὶ προσεφέρετε αὐτὰ θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶ χειρῶ ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.

Κατῃτιᾶτο λίαν τοὺς ἱερουργοὺς, ὡς ἥκιστα μὲν μωμοσκοπεῖν σκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσδεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄρρωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ [*](c) δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος, τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσάγοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, δι·ι·σχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ τὰ ἀρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα. θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ’ ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν [*](d) [*](1. πράττουσι] διώκουσι Edd. 3. ἐπὶ] ἐν iid. 5. μου iid. 10. τὰ προσεφέρετε ex Β. (Alex. VII.) cf. infra et contra Jul. x. p. 3496. 11. καὶ προσεφέρετε αὐτὰ Β. (51. al.) καὶ ἐὰν εἰσφέρητε F. καὶ ἐὰν φέρητε Edd. (Vat. 8). Statim τὴν add. Edd. (A.V. 8) 20. προσάγοντα εἰς θυσίαν hoc ordine B. 24. ἐκ + τῆς Edd. δὲ] + καὶ Aub. 25. χωλεύοντα] χωλὰ Edd. καὶ alt.] + τὰ Aub.)

568
εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ’ ἐξεφύσησα [*](e) φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ. καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ’ ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς.

Χρὴ δὴ οὖν ἄρα θύειν ἡμᾶς καὶ μάλα ἐπιεικῶς καὶ ἐσπουδασμένως, καὶ προσκομίζειν μὲν Θεῷ ἁπλῶς, μὴ τὰ κατερριμμένα καὶ ἀτιμότατα, καὶ οὐδενὸς ἄξια λόγου, ἀλλὰ [*](832 Α. a) τὰ προὔχοντα καὶ ἐξαίρετα. εἰ δὲ δή τις ἑαυτὸν ἱερουργοίη Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος [*](Rom. xii. 1.) ὡδί “Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·’ πολυπραγμονείτω τὰ καθ’ ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμοσκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πὼς ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι [*](b) πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ [*](1 S. Pet. v. 8.) ἄρρωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, “ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ.” ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημέληκοτᾷς, ἁρπαγμα ποιεῖται, καὶ ἀρρώστους ἀποτελεῖ, τουτέστιν τεθνη- [*](1. ἐκσπάσειε Edd. 3. λαβών Β. 5. συγκατανέμ. τοῖς ἄλλοις hoc ordine Β. Statim δυναμένοις iid. 9. οὐκ ἄν ὅλως φησὶ hoc ordine Β. φησὶ ante οὐκ tr. iid. 13. μὲν assuraptum ex Β. ἅπλως, μὴ hoc ordine Β. 15. τὰ assumptum ex Β. 16. μεμνήσθω Edd. γράφοντος iid. 22. σκάζῃ iid. τὸ pro τῷ μὴ iid. 23. ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ ἄῤῥωστα. ] ἀγαθῶν οὐχ ἔλων. μὴ ἅρπαγμά τε καὶ ἄρρωστον. iid. 24. ὑμᾶς ild. Statim ἀῦπενῖν pro μὴ ἀεὶ ὑπνοῦν iid. 27. δὴ assumptum ex Β. ἴδη iid. 28. τεθνηκότας] ἠσθενηκ. iid.)

569
κότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορθοῦν ἀρετήν. ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, [*](c) οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν. τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἠσαίας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα [*](Es. xxxv. 3, 4.) παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, “ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος [*](Ib.xl. 10.) “μετὰ ἐσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ Κυρείας.”

[*](d)

Καὶ ἐπικατάρατος ὅς ἦς δυνατὸς, καὶ ὑπῆχεν αὐτῷ ἐν τῷ ποιμνιῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ, καὶ θύει διεφθαρμένα τῶ̣ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐΓώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς εθνεσι.

Καθορίζει λοιπὸν τοῦ θύοντος ἀνοσίως τὴν ἀρὰν, καὶ μάλα εἰκότως. εἰ γὰρ δή τις εὔξαιτο, φησὶ, καὶ ἐν ποιμνίοις ἔχοι τοῖς ἑαυτοῦ τὸ ἄρσεν τε καὶ ἄμωμον, ἀνθ’ ὅτου μὴ [*](e) τοῦτο προσκομίζει Θεῷ, συλλέγει δὲ μᾶλλον ἃ μηδενὸς ἄξια γένοιτ’ ἂν ὅλως· ὕβρις γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν. οὐ γὰρ δὴ κατά τινας τῶν σκότῳ προσκαθημένων καὶ πλάναις καὶ βεβήλοις εἰδωλολατρείας, λίθοις καὶ ξύλοις δεδουλεύκαμεν· τῶ Θεῷ δὲ μᾶλλον τῷ παντοκράτορι, καὶ τῷ τῶν ὅλων γενεσιουργῷ, ὃν τρέμουσι μὲν οὐρανοὶ, καταπερὶ [*](1. habet Β. 3. διαπρέπων] διαπίπτων Edd. 9. παρακαλέσασθε Aiibertus. 11. κυρίας Edd. 12. αὐτῷ accessit ex Β. (Alex.) τῷ om. Β. (198, 13. καὶ prius] + ἡ F. Edd. (62, (62, 147.) 14. δίε διεφθαρμένα Β. (22. 62. al.) διεφθαρμένον Edd. 19. ἔχει Β. τε om. Β. 20. προσκομίζοι Β. Habet συλλέγει Β. 21. γένοιτ’ ἄν ὅλως] φαίνοιτ’ ἄν λόγου Edd. γὰρ assiiinptum ex Β. 22. σκότῳ προσκαθημένων — εἰδωλολ.] ἐν ακότῳ — εἰδωλολατρ. προσκαθήμενοι iid. 23. καὶ ξύλοις ] ἀναισθήτοις iid. 25. τῷ om. Β.)

570
[*](833 A. a) πέφρικε δὲ καὶ ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. ἐπιμαρτυρεῖ δὲ πάλιν τοῖς ἐξ ἐθνῶν τὸ λίαν ἐπιεικὲς, ἐπιφανὲς εἶναι λέγων τὸ τῆς θεότητος ὄνομα παρ’ αὐτοῖς, σεπτόν τε καὶ ἀξιάγαστον· διακεισόμεθα γὰρ οὐχ ἑτέρως ἡμεῖς, ἢ κατὰ τοῦτον τὸν τρόπον.

Ἀπεδέχετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰδωλολάτρην ὄντα τὸν ἑκατόνταρχον, καὶ δὴ καὶ ἔφασκεν [*](S.Matth. viii. 10.) “Ἀμὴν λέγω ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν [*](b) τῷ Ἰσραήλ.” ἐπάρατος οὖν ὁ ὤων Θεῷ τὸ κατεφθαρμένον, καίτοι ἐνὸν αὐτῷ τοῖς ἀμείνοσι τιμᾶν, εἴπερ ἐν ποιμνίοις ἔχει, καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστεταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ’ εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν [*](Lev. i. 3, 9, 10, 13, &c.) ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονονουχι &c. παρεγγυῶντος του νόμου, ὅτι χρὴ τοὺς εἰς εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ [*](c) παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω. αἱ ’δε γε ὑπὲρ [*](Ib.iv. 28, v. 6.) ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύι· δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν.

[*](d)[*](Κεφ. β΄.)