In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐΓώ εἰμι, ποῦ ἕου ἡ δόξα μου ; καὶ εἰ κύριός [*](c) εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντοκράτωρ.

Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μετα- ποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐκλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον [*](d) [*](6. πρὸς] περὶ Edd. 10. ἁμαρτίαν iid. 12. εἰς iid. 13. γήϊνον] ἀνθρώπινον Β. 15. αὐτοῖς φησὶν hoc ordine Β. ἀνομίας Edd. 16. παρατέταται Aub. τοῦ assumptum ex Β. (62, 86, 147). 17. φοβηθήσεται assumptum ex Β. (22. al.) 18. εἰμι ἐγὼ inverso ordine Edd. (A.V. c.) 19. ὁ φοβούμενός με] ὁ φόβος μου Edd. (A.V. c.) cf. infra, 21. χρῆν Edd. 22. πανταχοῦ Β. μὲν om. Β. 24. σφόδρα oiii. Β. 25. ὀνομάζωνται τέκνα Edd.)

556
τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημα τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ’ ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώσεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ [*](e) τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου 5 ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε [*](Esai. i. 2.) νόμοις τι ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “ Ἄκουε “ οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς “ ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.”

Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν [*](1 Reg. ii. 30) καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας “ Ζῶ “ ἐγὼ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ [*](824 A. a) “ ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κῦρον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ [*](2 Cor. v. 10) τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “ τοὺς γὰρ “ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “ τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, [*](b) “ πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.”

Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, κὼ εἰπατε Ἐν τένι ἐφαυλίσαμεν τὸ ὄνομά θοῦ ; προσάγοντες npoc τὸ θυσιασήριόν [*](3. καύχημά τε] καὶ καύχημα Edd. 4. ἀνωτάτης iid. 5 πατέρα] + με iid. 6. διημαρτήκατε, ἁλώσεσθε δὲ iid. 7. μὴν om. Β. 10. δεσπότου iid. 12. ἐνωτίζου] + ἡ iid. 17. ἐξουδενωθήσεται) ἀτιμωθήσεται iid. Statim δοξάσεται iid. 18. ὁ pro ὡς iid. 24. τοῦ βήματος om. Β.)

557
μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε ’ν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῶ, λέγει ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό “ Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ.” [*](c Lev. xv. 31.) ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατημεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναρρωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι ’δε ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός “ Ὅτι οἱ [*](Hier. x. 21.) “ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν, [*](d) “ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν ” οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρόφασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ’ ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευμάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηρρωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε [*](e 1 S. Pet. v. 3.) τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς ὗς οἴεσθε μὲν ἴσως, [*](2. ἐξουδενωμένη Β. (XII.) cf. infra. ἠλισγημένη Edd. (A. V. ℵ). 3. βρώματα om. Β. invito F. (Alex. XII.) et cf. infra. 5. τό om. Β. 316. d, 793 C. ἐζήτησαν Β. (Vat.) supra 756 e. 14. μυστ.] θυσιαστηρίων Edd. 15. μὲν ζωῆς hoc ordine Β. 16. Θεῷ accessit ex B. 20. Παῦλος Β. Πέτρος Edd. διδασκάλοις iid. 23. κἂν] κοὶ iid. 25. προφέρειν iid. 26, 27. λέγοιτε] λέγοιντο iid. δὴ alt. et μὲν om. B.)

558
μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου [*](825 A. a) εξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Ἐπειδὴ δὲ ἕκασ·τα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βούλεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, [*](Num.xv. 4-12.) καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε [*](Lev. vii. 3.)καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ’ ἄρτοις [*](b) ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων [*](Cf. De Ador. lib. xvi. init.) μυστικὸς ἃν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις ειρηκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἃν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἃν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν [*](1 Cor. v. 8.) πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “ Ὥστε ἑορτάζωμεν “ μὴ ἐν ζύμη παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν [*](Ib. 7. c) “ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, “ καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις [*](S.Matth. xvi. 6.) ἀποστόλοις οὕτω λέγων “ Προσέχετε ἀπὸ τῆς ζύμης τῶν “ Φαρισαίων καὶ Σαδδουκαίων. ” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ’ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον.

Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμέυνους, μένους, καὶ οὔπω τὴν [*](d) ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, [*](2. Heac καὶ τὰ ἔπιτ’. βρ. ἐξουδενωμένα accesserunt ex Β. 6. κοὶ] ἤγουν τὸν Edd. 12. καὶ νῦν hoc ordine Β. 13. γε τοῖς om. Β. 17. μηδὲ ἐν. ζ. κ. καὶ πονηρίας om. Β. 20. καἰ assuinptum cx Β. 24. ὡς om. Β. 25. καὶ λαμβάνοντες assumpta ex Β.)

559
ταύτῃτοί φησι καὶ ὁ νόμος “ ἐπ’ ἄρτοις ζυμίταις χρῆναι [*](Λεω. ωιι. 3.) δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὕπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα.