In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν τοῖς εἰρημένοις [*](c) ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, Δρῦς καὶ μέντοι Γήινος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸν ἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηίνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν [*](d) οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν [*](1. ἤτοι] ἤγουν Edd. ἑρμηνεύεται iid. 2. Ἡσαῦ assumptum ex Β. 3. ὀλίγοις iid. ὀλίγον correxit Migne, ἀπεμπωλήσας Edd. 4. ἕνεκεν iid. 11. του assumptum ex B. 16. εἰς] πρὸς τοὺς iid. ἐμεμίμηντο iid. 17. τοῦ] τῷ iid. 22. ἑρμηνεύεται iid. 23. ἁμαρτίας iid. 29–553 1. οὕτω — Θεός om. Β.)

553
Θεός. οὐ γάρ τοι βεβαία τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνητον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ’ ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσφωνήσει λέγων “ Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.”

[*](Ps. xxx. 16.)

Διότι ἐᾶ εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν κα ἀνοικοδομήσωμεν τὰς ἠρημωμίωας αὐτὼ τάδε λέγει [*](e) Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, κὼ ἐγὼ καταστρέψω· στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς δρία ἀνομίας, καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.

Δυσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς. δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρήμωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως [*](a 822 Α.) ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἢν κατῳκήκαμεν χώραν, ἀλλ’ οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοικήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς [*](b) ἐφ’ ὃν παρατέτακται Κύριος ἕως αἰωνος.

Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ’ ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήινον ἐχόντων φρόνημα· γήινος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος [*](3. Ἰδουμαίων] Ἰουδαίων Β. 7. ἐὰν εἴπῃ B. (22. al.) ἐρεῖ Edd. ἐπιστρέφωμεν iid. 8. ἠρημωμένας Β. (Alex. XII.) ἐρήμους Edd. Statim αὐτῆς assumptum ex Β. (22. al.) 9. ἀνοικοδομήσουσι F. (42. al.) 13. ἄποπτος] ἄτοπος Edd. 14. τὴν] τοῦ iid. 18. μὲν om. Β. 23. παρατέταται Aub. 24. τις Om. Β. 27. ἑρμηνεύεται Edd.)

554
πεσεῖται, Θεοῦ καταστρεξοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπιθυμία, [*](c) καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ’ εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ [*](S. Jac. iv. 4.) θεσπέσιος γέγραφε μαθητής “ Εἴ τις θέλει εἶναι φίλος τοῦ “ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.” οὐ πεπαύσεται [*](d) γὰρ, ὡς ἔφην, τοῖς τὰ γήινα φρονεῖν ᾑρημένοις ἐναντιοῦ μένος, ἀλλ’ οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλαμαρτημονα.

Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρῖτε Ἐμεγαλύνυη Κύριος ὑπεράνω τῶι ὁρίων τοῦ Ἰσραήλ.

Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἄπ’ ἅπερ ἔφην [*](e) ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξασται καὶ ἐμεγαλύνθη κύριος ἐν τοῖς ὀροῖς τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰκαὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκεκρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγόνασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους μένους κατηλέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ’ ἀρχῆς, ἀνενεγπρακτέα [*](2. πρακτέα Edd. 3. περιιππεύει iid. ante Migne. εὐθυμία iid, 4, σκιᾶς iid. 6. νοητῶν assumptum ex Β. 8. δοξασμοῖς Β. καὶ] ἢ Edd. 12. οὐ πεπαύσεται] οὔπω παύσεται iid. 13. τοῖς — ἐναντιούμενος] τῶν΅—ᾑρημένων iid. 19. καταθρήσατε] κατωρθώσατε [κατορθ. Pont.] iid. 20. δὲ om. Β. τῷ pro νῷ Aub. 21. συγκατανεύοντες Edd. 22. Κύριος] Θεὸς iid. cf. infra.)

555
κοντῶν αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκα.σι δὲ τὰς πόλεις, ἀνδείμαντο [*](a 823 Α·) τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγόνασι πάλιν ἐν τοῖς παρ’ ἐλπίδα καὶ κατ’ εὐχήν· ἢ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ.

Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παιδεύοιντο [*](b) δεύοιντο ἁμαρτίας, ἀλλ’ οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπολέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούντως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς ’δε γε τὸ γήινον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· “ κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ [*](Supra ver. 4.) “ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως τοῦ αἰῶνος. ”