In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, δυ’ ἀνομίαν [*](c) ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. βἶδον φρικώδη ἐκεῖ, πορνείαν [*](10) τοῦ Ἐφραΐμ, ἐμιάνθη Ισραὴλ κω Ἰούδας.
Ἱστοριῶν ἐσθ’ ὅτε τινῶν ὁ τῶν ἁγίων προφητῶν διαμέμνηται λόγος, ἃς εἴπερ τις ἕλοιτο σιωπᾶν, οὐδ’ ἂν δύνοιτο διατρανοῦν τῶν εἰρημένων τὸν νοῦν. χρὴ τοιγαροῦν ὄκνου μὲν εἶναι κρείττονας τοὺς τὰ τοιάδε σαφῶς διερμηνεύειν ἐθέλοντας, πανταχόθεν δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς [*](d) ὄνησιν ἐξεργάζεσθαι φιλεῖν.
Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἱορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῆ Γαλαὰδ, ἢν τοῖς ἐξ αἵματος τοῦ Λευΐ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας πανταχόθεν ἀναβαίνειν ἦν ἔθος εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τοῦ νόμου τηρεῖσθαι προστάττοντος, τῶν ἀπὸ Σικύμων τινὰς, ἢ κατανυχθέντας, καὶ ἐπὶ τῆ πλανήσει μεταγινώσκοντας, ἤγουν καὶ [*](e) εἰς νῆψιν κεκλημένους παρὰ Θεοῦ, λοιπὸν ἐθελῆσαι τοῖς θείοις ὑπείκειν νόμοις, καὶ ἀναβῆναι ζητεῖν εἰς Ἱεροσόλυμα, βούλεσθαί τε θυσίας προσάγειν, καὶ τὴν κατὰ νόμους ἑορτὴν ἀποπεραίνειν ἐκεῖ. τοῦτο δὲ ἦν ἀρχή τις ὥσπερ ἐπιστροφῆς, καὶ τοῦ καταλήγειν τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις. ἵνα γὰρ μὴ θυσιῶν ἕνεκά τε καὶ ἑορτῶν τῶν κατὰ νόμον ἀναβαίνωσιν ἐκ τῆς Σαμαρείας εἶς Ἱεροσόλυμα τῶν [*](a 103 Α.) ἐξ Ἰσραήλ τινες, τουτέστι τῶν δέκα φυλῶν, εἶτα κατὰ βραχὺ μεταθοῖντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ὑπό γε τὴν Ἰούδα γένοιντο βασιλείαν, ἐπενόησεν ἐν ἀρχαῖς τὰς δαμάλεις Ἱερο- [*](1. Hoc Κυρίου accessit ex Β. (Alex.) 2. ἐν om. D. τοῦ post οἴκῳ add. Edd. (Vat.) 3. ἰούδας D. (Alex. XII.) ἰούδα Edd. 5. οὓς pro ἃς D. δύναιτο Migne. II. Hoc γείτων accessit ex B.D. 12. γαλγάλων pro τῇ Γαλαάδ b. 23. τῶν om. D. 27. μεταθεῖντο D.)
Ἔκρυψαν τοίνυν φησὶν ἱερεῖς ὁδὸν Κυρίου, τοῦτο πάλιν ἐστὶν [*](Hier. ii. 8.) ἑτέρως τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ ἱερεῖς “οὐκ εἶπαν Ποῦ ἔστι κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου “μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.” [*](2. εὑρήμασιν D. 4. ἀναβαίνομεν (sic) D. 7. ὄντας (sic) D. κα assumptum ex B.D. 8. εἰργάζοντο] + τὰ Edd. invito D. 9. ὡς om. D. 10. λατρεύειν εἰδώλοις inverso ordine D. 27. ἐκρύψαντο D. 30. μου accessit ex B.D. (Alex. XII.))
Δίνα μὲν γὰρ ἡ τοῦ Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ θυγάτηρ· μετωνόμασται γὰρ Ἰακὼβ εἰς τὸν Ἰσραήλ· ἐξῆλθέ ποτε τῆς [*](a 104 Α.) τοῦ πατρὸς σκήνης· ἐπεθύμησε γὰρ ἰδεῖν τὰς τῶν ἐγχωρίων [*](Gen. xxxiv. 1sqq.) θυγατέρας· ἦν δὲ ἐν Σικίμοις. εἶτα τὴν παρθένον εὑρὼν Ἐμμὼρ ὁ Συχὲμ υἱὸς ἀδοκήτως κατεβιάζετο· διεπαρθένευσε γάρ. δεδυσφορηκότες τοίνυν πρὸς τοῦτο λίαν οἱ τῆς νεάνιδος ἀδελφοὶ Αευΐ τε καὶ Συμεὼν, δόλον ἀρτύουσι· περιτέμνεσθαι 5 γὰρ ἀνέπειθον τοὺς ἀπὸ Σικίμων. οὗ δὴ γεγονότος, ἀλγοῦντας ἔτι καὶ ταῖς ὀδύναις νενικημένους ἄρδην ἀπεκτόνασιν, ἐκεῖνο λέγοντες ἐγκαλοῦντι τῷ πατρὶ τὸ ἀχάλινον εἰς ὀργάς, “Ἀλλ᾿ [*](b Ib. 31.) “ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;” τῆς τοιαύτης ἱστορίας ἡμᾶς εἰς ἀνάμνησιν ἀποφέρει νυνὶ, μετά τινος ἤθους λέγων, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. τοῦτό φησιν, ἐγκαλοῦντες τότε, ὅτι πεπλημμελήκασιν εἰς τὸν οἶκον Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ, διαπαρθενεύσαντες τὴν νεάνιδα. ταύτῃτοι καὶ ἡμεῖς ἀπεκτόναμεν Σίκιμα.
Ἀλλὰ νῦν ἐβουλεύσαντό φησιν, ἐπιστρέψαι πρὸς τὸν Θεὸν, ἀγαπῆσαι τὰ ἐν νόμῳ, πληρῶσαι θυσίας, ἐπιτελεῖν [*](c) ἑορτὰς, ἀποφοιτῆσαι λοιπὸν τῶν τῆς εἰδωλολατρείας μολυσμῶν. τί οὖν οἱ Λευῖται; ἔκρυψαν τὴν ὁδὸν κυροῦ καὶ ἐφόνευσαν Σίκιμα. ἢ τάχα καὶ νῦν ἐγκαλεῖν ἔχουσιν, ὅτι ἀνομίαν [*](1. τῶν om. D. γεννήματα pro ἐγκλήματα Edd. 4. τὴν assumptum ex B.D. ὡς hic (ut supra in SS. textu 101 b.) om. D. 5. Verba εἰς ἀνάμηνσιν post ἱστορίας transponit D. 9. τὸν B.D. τὸ Edd. 13. τοίνυν om. D. 14. σιμεὼν Edd. 19. νυνὶ D. νῦν Edd. 20. ἐν om. D. 27. λογισμῶν pro μολυσμῶν Edd. 28. καἰ assumptum ex B.D.)
Συγγενῆ δὲ τὰ ἀρχαῖα τοῖς ἐπὶ Χριστῷ τῶν Ἰουδαίων ἐγκλήματα. ἐκάλει μὲν γὰρ σύμπαντα τὸν Ἰσραὴλ ὁ Θεὸς [*](c) καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα [*](S. Joan. ix. 22.) “ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ [*](S.Matth. xxiii. 14; s. Luc. xi. 52.) “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν [*](d) “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν.“ δέδονται τοίνυν ἐχθροῖς, καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, [*](e 2) δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν.
Ἀγαθὸς μὲν φύσει καὶ ἀνεξίκακος, '“μακρόθυμός τε καὶ [*](Joel ii. 13.) “πολυέλεος’’ ὡς ἀληθῶς ὁ πάντων Δεσπότης. ἀλλ’ ἕως ἔτι τοῖς πταίουσιν ἀνεξικακεῖ, κατακρύπτεταί πὼς αὐτῶν ἔτι τὰ ἐγκλήματα· ἐπεξιόντος δὲ ἤδη καὶ δίκας ἐπάγοντος καὶ [*](14. συνετέθειντο D. συνέθεντο Edd. ὅτι pro ἵνα D. 17. γραμματεῖς] + τε D. 21. κακία prius B.D. (91. 233. 311.) ἀδικία Edd. 22. εἰργάσατο F. Edd. (Co.) 23. συνᾴδοντες B.D.F. (Alex. XII.) ᾄδοντες Edd. (Vat. 25. δὲ pro τε D. 26. πολυέλεως Edd.)
Ἔχαιρον δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πολέμου μένων ἐκτόπως τῶν πιστευόντων εἰς Χριστὸν, καὶ κοινωνοὶ τῆς ἑτέρων ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν [*](1 Cor. vi.) τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν [*](d) “ πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν.
Πάσας τὰς κακίας αὐτῶι ἐμνήσθην, νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶ, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
Ἕως ἔτι φορητὰ καὶ μεμετρημένα πλημμελοῦμεν, ὡς [*](10. καθόπερ ἔφην εἰδώλων hoc ordine D. 15. δέ assumptum ex D. 28. ἐκύκλωσεν B.D.F. (Alex. XII.) ἐκύκλωσαν Edd. (Vat.) 29. τοῦ om. Edd. μου om. D. (26.))
Ἐκύκλωσαν Ἰουδαίους τὰ διαβούλια αὐτῶν, καὶ ἐπίγε τοῖς κατὰ Χριστόν. ἀπεκτόνασι μὲν γὰρ τοὺς προφήτας, ἀνεξικακοῦντος ἔτι Θεοῦ· ἐπειδὴ δὲ γεγόνασι καὶ κυριοκτόνοι, [*](c) ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, καὶ πάσας αὐτῶν τὰς κακίας ἐμνήσθη ὁ τῶν ὅλων Θεός. [*](1. ἁμαρτίας D. 3. Hoc οἶδε accessit ex D. 5. πρὸς D. παρ’ Edd. 7. οὐκ om. D. 8. Hoc ἁπάντων accessit ex D. 9. τοί om. D. 11. εἰκὸς δὲ δή] Sic edidimus. εἰκὸς δὲ Edd. εἰκὸς δὴ D. 12. ἐθέλειν D. 14. τὸ assumptum ex D. 17. ἐκύκλησε Edd. 18. λέγει (= λέγῃ) D. 20. ἀπάταις D. ἀπάτῃ Edd. 29. ἐκύκλωσαν iid.)
Ἔδει δὴ μᾶλλον ἀγαθουργοῦντας, φησὶ, καὶ ζῆν ἑλομένους ἐννόμως, ἐξημεροῦν ἐφ’ ἑαυτοῖς τὸν λυτρωτὴν, καὶ κατεθφραίνειν τὸν σώζοντα, καὶ ἄμαχον ἔχοντα πρὸς τοῦτο ἰσχύν. οἱ [*](d) δὲ τοῦτο μὲν οὐ δεδράκασι, ῥᾴθυμοι δὲ γεγονότες λίαν περὶ τὸ σφίσιν αὐτοῖς ἀναγκαῖον εἰς ζωὴν καὶ χρήσιμον εἰς εὐ ημερίαν, ἐν οὐδενὶ μὲν πεποίηντο λόγῳ τὸ προσκρούειν Θεῷ· συνυπεκρίνοντο δὲ τοῖς ἑαυτῶν βασιλεῦσι, καὶ τοῖς ἡγουμένοις, τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων συνδρομῇ κατευφραίνοντες, καὶ τὰ λυποῦντα Θεὸν εἰς ἡδονήν τε καὶ τέρψιν τοῖς πλανῶσι δωροῦ μένοι. αἰτιᾶται δὲ πάλιν, ὡς τῷ Ἰεροβοὰμ καὶ τοῖς ὑπ’ αὐτὸν ἄρχουσι συνδεδραμηκότας, καὶ [*](e) ἀμελλητὶ κατανεύσαντας τὴν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπινοοῦντι βεβήλωσιν, καὶ πρὸς ἑτέραν λατρείαν ἀνοσίως αὐτοὺς ἀποκομίζειν ἐθέλοντι. ἔδει γὰρ ἔδει τοῖς ἐκείνων σκέμμασι καὶ ἐκτόποις ἄγαν ἐπιχειρήμασιν ἀντεξάγειν γενικῶς τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον, καὶ πειρᾶσθαι κωλύειν ἀφραίνοντας, οὐχ ἑτοίμως ἰόντας εἰς συναίνεσιν κατευφραίνειν αὐτοὺς.
Αληθὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ἐπὶ τῶν σταυρωσάντων [*](108 Α. a) τὸν Ἐμμανουήλ. ψευδόμενοι γὰρ καὶ συκοφαντοῦντες αὐτὸν, χαίρειν παρεσκεύαζον Ἡρώδην τε καὶ Πόντιον Πιλάτον, καὶ τοὺς προεδρεύοντας τῆς Συναγωγῆς. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Πέτρος πρὸς τόν τῶν ὅλων Πατέρα καὶ [*](Acta SS. Ap. iv. 27.) Θεόν “Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ “ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε “καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ.”
[*](1. ηὔφραναν B.D. εὔφραναν Edd. (A.V.) 3. δὲ pro δὴ D. ἀγαθουργοῦντα Edd. ante Migne. 4. Hoc ἐφ’ accessit ex D. 7. Hoc αὐτοῖς accessit ex B.D. 8. πεποίηνται D. 10. πρὸς ἅπαν b. 14. ἀμελητί D. 15. βεβήλωσιν om. Aubertus. 16. ἐθέλουσιν D, 26. ἐν om. D.)Πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος [*](4) ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως σταιτὸς, ἕως του ζυμωθῆναι [*](b) αὐτό. ἡμέρα βασιλέων ὑμῶν.
[*](5)Kατὰ τίνα δὴ τρόπον ἐν μὲν ταῖς κακίαις αὐτῶν ηὔφραναν [*](Supra ver. 3.) βασιλεῖς, ἐν δέ γε τοῖς ψεύδεσιν ἄρχοντας, ἐν τούτοις ἡμῖν ἐξηγεῖται σαφῶς. ἔχει δὲ οὕτως τῆς ἱστορίας ὁ λόγος, ἢν εἴπερ τις εἰδείη τυχὸν, εἴσεταί που πάντως τῆς προφητείας τὸν νοῦν. ὅτε τοίνυν, ἀπορραγεισῶν τῶν δέκα φυλῶν, βεβασίλευκεν ἐπ’ αὐτὰς ὁ ἐπάρατος Ἱεροβοὰμ, ἐδεδίει σφόδρα, μὴ ἄρα πὼς τῶν ἑορτῶν ἕνεκα τῶν κατὰ τὸν νόμον ἀναβαίνοντες [*](c) εἰς Ἱεροσόλυμα, μεταπεισθεῖεν κατὰ βραχὺ τὸ Ἰούδα σκῆπτρον ἀνθελέσθαι πάλιν, καὶ τῶν ἀρχαίων ἐθῶν ἐνεχθέντες εἰς ἀνάμνησιν, ἢ ἀνέλωσιν αὐτὸν, ἤγουν ἐξώσειαν, καὶ οὐχ ἑκόντα λοιπὸν, τῆς κατὰ σφῶν ἀρχῆς. ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεομισὴς καὶ δείλαιος τὰς χρυσᾶς αὐτοῖς δαμάλεις ἀφιεροῦν ἐσκέπτετο, καὶ τὸν τῆς ἀνοσίου ψευδολατρείας ἐπενόει τρόπον, καὶ καινοτομεῖν ἐπεχείρει τὰς ἐπὶ ταῖς δαμάλεσιν ἑορτὰς, ὡς ὁ τῆς Ἑβραίων παραδόσεως ἔχει λόγος. ἦν οὖν ἐν ἀρχαῖς [*](d) οὐ μετρίως περιδεὴς, μὴ ἄρα τῆ ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἡκούσῃ λατρείᾳ συναγορεύοντες, ἢ τῶν θρόνων ἐξώσειαν, ἢ καὶ ἀνέλωσιν, ὡς ἔφην, καὶ παρωσάμενοι τὸ ἐγχείρημα, παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, λελυπημένοι τε καὶ ἀγανακτοῦντες εἰκότως, ὡς ὑβρισμένου Μωυσέως, καὶ τῆς θείας αὐτοῖς πατηθείσης ἐντολῆς. ταύτῃτοι πικρὸς ὣν εἰς δόλους, καθίει πολλοὺς ἐν τῷ Ἰσραὴλ διαθρυλλοῦντάς τε καὶ λέγοντας, ὅτι χρὴ καὶ μοσχοποιεῖν [*](e) αὐτοὺς, καὶ καινουργεῖν ἑορτὰς ἰδίας, καὶ τοῦτο αὐτὸ παρὰ τοῦ βασιλέως αἰτεῖν. ἐπειδὴ δὲ τοὺς ὄχλους ἐμάνθανε πολὺ [*](1. κατὰ καύματος Β. 2. φλογὸς] Sic correxi. φλογῆς Edd. σταιτὸς B.D. στέατος Edd. (A.V. MSS. Pars. omnes.) 3. ἡμέρα B.F. Edd. ἡμέραι D. βασιλέων] βασιλέως (233). cf. infra 109 a. b. c. e. 4. δὴ] δὲ Edd. 9. ἐδεδίη iid. 10. τὸν om. D. 11. μεταπεισθεῖεν] + πάλιν D. 18. οὖν om. D. 19. καὶ om. D. 20. αὐτοῖς post λατρείᾳ tr. D. 22, τὸ] τὸν Edd. 25. πικρὸς B.D. ἀλώπηξ Edd. καθίησι pro καθίει iid.)
Tαῦτα δὴ λέγοντος τοτηνικάδε τοῦ Ἱεροβοὰμ ἐπευφήμουν οἱ δῆμοι, καὶ ἀνεκράγεσαν Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, τούτῳ καὶ ἡμεῖς ἑψόμεθα τῷ σκοπῷ· καὶ ἑτέροις δέ τισι τοιούτοις ἐπαίνοις κατευφραίνειν ἤθελον. συναπεκομίζοντο δὲ τοῖς ὄχλοις καὶ οἱ καθηγεῖσθαι λαχόντες, συνηχοῦντές τε καὶ συναινοῦντες αὐτοῖς. τούτων ἡμῖν εἰς τὸ παρὸν ὁ τοῦ προφήτου διαμέμηνται λόγος. πάντες γάρ φησι μοιχεύοντες ὡς [*](b) κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός. διανενευκότες γὰρ εἰς πορνείαν τὴν νοητὴν, ἤγουν εἰς απόστασιν τὴν ἀπὸ Θεοῦ· τοῦτο γὰρ ἡ πορνεία· κλιβάνοις ἐοίκεσαν ἐκκεκαυμένοις ἤδη πὼς καὶ ἑτοίμοις εἰς πέψιν ὧν ἄν τις ἐμβάλοι· φλογὸς γὰρ ἦσαν μεμεστωμένοι, θερμῆς δηλονότι καὶ οἱονεὶ διακεκαυμένης ἐπιθυμίας. ἐοίκεσαν δὲ καὶ φυράματι σταιτὸς, ἔχοντι μὲν ἤδη τὴν ζύμην, ζυμωθέντι δὲ τελείως ἐν ἡμέρᾳ βασιλέως αὐτῶν· ὅτε, καθάπερ ἔφην ἀρτίως, ἀναφανδὸν εἰρηκότος τοῦ Ἱεροβοὰμ, ὅτι χρὴ θύειν ταῖς δαμάλεσι, καὶ [*](c) τὰς ἐπ’ αὐταῖς τελεῖν ἑορτὰς, ἐπεφώνουν αὐτοί Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, καθάπερ, ὡς ἔφην, ὁ τῆς παραδόσεως ἔχει λόγος. τότε καὶ ἐζυμώθη τελείως, τουτέστιν, ὅλος ἐξ ὅλου γέγονε τῆ δυσσεβείᾳ κάτοχος. οὐκοῦν, προεκκεκαυμένοι τὸν νοῦν ταῖς εἰς παράβασιν θερμαῖς καὶ ἀκαθέκτοις ἐπιθυμίαις, προζυμωθέντες δὲ ὥσπερ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον ἐν ἡμέρᾳ βασιλέως, εἰς τὸ τῆς φαυλότητος κατώλισθον πέρας.
[*](1. εἰς τοῦτο ἑτοίμως D. ἑτοίμως ἑτοίμους Edd.] εἰς τοῦτο Β. Edd. 7. δὴ] δὲ Edd. ἐπεφήμουν iid. 8. ἀνεκράγεσαν B.D. ἀνέκραγον b. ἀνεκράγησαν Edd. τούτῳ D. οὕτω Edd. 14. κατὰ καύματος Β. 1 6. ἐοίκασιν b. 17. ὣ (sic) pro ὣν D. 20. σταιτὸς D. στέατος Β. Edd. 23. ἐπ’ αὐταῖς D. ἐπ’ αὐτῇ Β. ἐπ’ αὐτοῖς Edd. 25. ὅλος D. ὁ λόγος Β. Edd. 26. προεκκεκαυμένοι D. προκεκ. Edd.)